TITUS
Novum Testamentum graece
Part No. 239
Previous part

Book: 3.Jo. 
ΙΩΑΝΝΟΥ Γ

Epistola catholica beati Ioannis apostoli tertia




Chapter: _ 
Verse: 1    ῾Ο πρεσβύτερος Γαίῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
Verse: 2    
᾽Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ψυχή.
Verse: 3    
ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελϕῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
Verse: 4    
μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν τῇ ἀληθείᾳ περιπατοῦντα.
Verse: 5    
᾽Αγαπητέ, πιστὸν ποιεῖς ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελϕοὺς καὶ τοῦτο ξένους,
Verse: 6    
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
Verse: 7    
ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
Verse: 8    
ἡμεῖς οὖν ὀϕείλομεν ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
Verse: 9    
῎Εγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλ' ϕιλοπρωτεύων αὐτῶν Διοτρέϕης οὐκ ἐπιδέχεται ἡμᾶς.
Verse: 10    
διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ποιεῖ, λόγοις πονηροῖς ϕλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελϕοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
Verse: 11    
᾽Αγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.
Verse: 12    
Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
Verse: 13    
Πολλὰ εἶχον γράψαι σοι, ἀλλ' οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράϕειν·
Verse: 14    
ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
Verse: 15    
εἰρήνη σοι. ἀσπάζονταί σε οἱ ϕίλοι. ἀσπάζου τοὺς ϕίλους κατ' ὄνομα.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.