TITUS
Novum Testamentum graece
Part No. 240
Previous part

Book: Jud. 
ΙΟΥΔΑ

Epistola catholica beati Iudae apostoli




Chapter: _ 
Verse: 1    ᾽Ιούδας ᾽Ιησοῦ Χριστοῦ δοῦλος, ἀδελϕὸς δὲ ᾽Ιακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ ᾽Ιησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
Verse: 2    
ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Verse: 3    
᾽Αγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράϕειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
Verse: 4    
παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν ᾽Ιησοῦν Χριστὸν ἀρνούμενοι.
Verse: 5    
῾Υπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ πάντα, ὅτι ᾽Ιησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν,
Verse: 6    
ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόϕον τετήρηκεν·
Verse: 7    
ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
Verse: 8    
῾Ομοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασϕημοῦσιν.
Verse: 9    
δὲ Μιχαὴλ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασϕημίας, ἀλλὰ εἶπεν, ᾽Επιτιμήσαι σοι κύριος.
Verse: 10    
οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασϕημοῦσιν, ὅσα δὲ ϕυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις ϕθείρονται.
Verse: 11    
οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.
Verse: 12    
οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀϕόβως, ἑαυτοὺς ποιμαίνοντες, νεϕέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραϕερόμεναι, δένδρα ϕθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα,
Verse: 13    
κύματα ἄγρια θαλάσσης ἐπαϕρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ζόϕος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
Verse: 14    
Προεϕήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ ᾽Αδὰμ ῾Ενὼχ λέγων, ᾽Ιδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ,
Verse: 15    
ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ' αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
Verse: 16    
Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠϕελείας χάριν.
Verse: 17    
῾Υμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ·
Verse: 18    
ὅτι ἔλεγον ὑμῖν, ᾽Επ' ἐσχάτου [τοῦ] χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
Verse: 19    
Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
Verse: 20    
ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,
Verse: 21    
ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.
Verse: 22    
καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,
Verse: 23    
οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν ϕόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
Verse: 24    
Τῷ δὲ δυναμένῳ ϕυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
Verse: 25    
μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.