TITUS
Novum Testamentum graece
Part No. 238
Previous part

Book: 2.Jo. 
ΙΩΑΝΝΟΥ Β

Epistola catholica beati Ioannis apostoli secunda




Chapter: _ 
Verse: 1    ῾Ο πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
Verse: 2    
διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ' ἡμῶν ἔσται εἰς τὸν αἰῶνα.
Verse: 3    
ἔσται μεθ' ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ παρὰ ᾽Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
Verse: 4    
᾽Εχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
Verse: 5    
καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράϕων σοι καινὴν ἀλλὰ ἣν εἴχομεν ἀπ' ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
Verse: 6    
καὶ αὕτη ἐστὶν ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ἐντολή ἐστιν, καθὼς ἠκούσατε ἀπ' ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
Verse: 7    
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες ᾽Ιησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν πλάνος καὶ ἀντίχριστος.
Verse: 8    
βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε εἰργάσασθε ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε.
Verse: 9    
πᾶς προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· μένων ἐν τῇ διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
Verse: 10    
εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ ϕέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
Verse: 11    
λέγων γὰρ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Verse: 12    
Πολλὰ ἔχων ὑμῖν γράϕειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα χαρὰ ἡμῶν πεπληρωμένη .
Verse: 13    
᾽Ασπάζεταί σε τὰ τέκνα τῆς ἀδελϕῆς σου τῆς ἐκλεκτῆς.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.