TITUS
Novum Testamentum graece
Part No. 223
Previous part

Chapter: 4 
Verse: 1    Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
Verse: 2    
ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· ϕονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
Verse: 3    
αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
Verse: 4    
μοιχαλίδες, οὐκ οἴδατε ὅτι ϕιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ ϕίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
Verse: 5    
δοκεῖτε ὅτι κενῶς γραϕὴ λέγει, Πρὸς ϕθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν;
Verse: 6    
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει, ῾Ο θεὸς ὑπερηϕάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
Verse: 7    
ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ ϕεύξεται ἀϕ' ὑμῶν·
Verse: 8    
ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
Verse: 9    
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήϕειαν.
Verse: 10    
ταπεινώθητε ἐνώπιον κυρίου, καὶ ὑψώσει ὑμᾶς.
Verse: 11    
Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελϕοί· καταλαλῶν ἀδελϕοῦ κρίνων τὸν ἀδελϕὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
Verse: 12    
εἷς ἐστιν νομοθέτης καὶ κριτής, δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, κρίνων τὸν πλησίον;
Verse: 13    
῎Αγε νῦν οἱ λέγοντες, Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·
Verse: 14    
οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ζωὴ ὑμῶν. ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον ϕαινομένη, ἔπειτα καὶ ἀϕανιζομένη·
Verse: 15    
ἀντὶ τοῦ λέγειν ὑμᾶς, ᾽Εὰν κύριος θέλῃ, καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο.
Verse: 16    
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
Verse: 17    
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.