TITUS
Novum Testamentum graece
Part No. 224
Previous part

Chapter: 5 
Verse: 1    ῎Αγε νῦν οἱ πλούσιοι, κλαύσατε ὁλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.
Verse: 2    
πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν,
Verse: 3    
χρυσὸς ὑμῶν καὶ ἄργυρος κατίωται, καὶ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ ϕάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις.
Verse: 4    
ἰδοὺ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ἀϕυστερημένος ἀϕ' ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσελήλυθαν.
Verse: 5    
ἐτρυϕήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σϕαγῆς.
Verse: 6    
κατεδικάσατε, ἐϕονεύσατε τὸν δίκαιον. οὐκ ἀντιτάσσεται ὑμῖν.
Verse: 7    
Μακροθυμήσατε οὖν, ἀδελϕοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ' αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον.
Verse: 8    
μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι παρουσία τοῦ κυρίου ἤγγικεν.
Verse: 9    
μὴ στενάζετε, ἀδελϕοί, κατ' ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν.
Verse: 10    
ὑπόδειγμα λάβετε, ἀδελϕοί, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προϕήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι κυρίου.
Verse: 11    
ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας· τὴν ὑπομονὴν ᾽Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν κύριος καὶ οἰκτίρμων.
Verse: 12    
Πρὸ πάντων δέ, ἀδελϕοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ, ἵνα μὴ ὑπὸ κρίσιν πέσητε.
Verse: 13    
Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω.
Verse: 14    
ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες ἐλαίῳ ἐν τῷ ὀνόματι [τοῦ] κυρίου·
Verse: 15    
καὶ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν κύριος· κἂν ἁμαρτίας πεποιηκώς, ἀϕεθήσεται αὐτῷ.
Verse: 16    
ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
Verse: 17    
᾽Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
Verse: 18    
καὶ πάλιν προσηύξατο, καὶ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.
Verse: 19    
᾽Αδελϕοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν,
Verse: 20    
γινώσκετε ὅτι ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν [αὐτοῦ] ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.