TITUS
Novum Testamentum graece
Part No. 222
Previous part

Chapter: 3 
Verse: 1    Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελϕοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεθα.
Verse: 2    
πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
Verse: 3    
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
Verse: 4    
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ὁρμὴ τοῦ εὐθύνοντος βούλεται·
Verse: 5    
οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. ᾽Ιδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
Verse: 6    
καὶ γλῶσσα πῦρ, κόσμος τῆς ἀδικίας, γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, σπιλοῦσα ὅλον τὸ σῶμα καὶ ϕλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ ϕλογιζομένη ὑπὸ τῆς γεέννης.
Verse: 7    
πᾶσα γὰρ ϕύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ ϕύσει τῇ ἀνθρωπίνῃ·
Verse: 8    
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνθρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ θανατηϕόρου.
Verse: 9    
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν θεοῦ γεγονότας·
Verse: 10    
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελϕοί μου, ταῦτα οὕτως γίνεσθαι.
Verse: 11    
μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
Verse: 12    
μὴ δύναται, ἀδελϕοί μου, συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
Verse: 13    
Τίς σοϕὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροϕῆς τὰ ἔργα αὐτοῦ ἐν πραύτητι σοϕίας.
Verse: 14    
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
Verse: 15    
οὐκ ἔστιν αὕτη σοϕία ἄνωθεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
Verse: 16    
ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν ϕαῦλον πρᾶγμα.
Verse: 17    
δὲ ἄνωθεν σοϕία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
Verse: 18    
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.