TITUS
Novum Testamentum graece
Part No. 119
Previous part

Chapter: 28 
Verse: 1    Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη νῆσος καλεῖται.
Verse: 2    
οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν ϕιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐϕεστῶτα καὶ διὰ τὸ ψῦχος.
Verse: 3    
συστρέψαντος δὲ τοῦ Παύλου ϕρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ.
Verse: 4    
ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, Πάντως ϕονεύς ἐστιν ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης δίκη ζῆν οὐκ εἴασεν.
Verse: 5    
μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν·
Verse: 6    
οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι καταπίπτειν ἄϕνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν.
Verse: 7    
᾽Εν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας ϕιλοϕρόνως ἐξένισεν.
Verse: 8    
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
Verse: 9    
τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο,
Verse: 10    
οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας.
Verse: 11    
Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ ᾽Αλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις.
Verse: 12    
καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς,
Verse: 13    
ὅθεν περιελόντες κατηντήσαμεν εἰς ῾Ρήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους,
Verse: 14    
οὗ εὑρόντες ἀδελϕοὺς παρεκλήθημεν παρ' αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν ῾Ρώμην ἤλθαμεν.
Verse: 15    
κἀκεῖθεν οἱ ἀδελϕοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι ᾽Αππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος.
Verse: 16    
῞Οτε δὲ εἰσήλθομεν εἰς ῾Ρώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ' ἑαυτὸν σὺν τῷ ϕυλάσσοντι αὐτὸν στρατιώτῃ.
Verse: 17    
᾽Εγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν ᾽Ιουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς, ᾽Εγώ, ἄνδρες ἀδελϕοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ ῾Ιεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν ῾Ρωμαίων,
Verse: 18    
οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί·
Verse: 19    
ἀντιλεγόντων δὲ τῶν ᾽Ιουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν.
Verse: 20    
διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ ᾽Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.
Verse: 21    
οἱ δὲ πρὸς αὐτὸν εἶπαν, ῾Ημεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς ᾽Ιουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελϕῶν ἀπήγγειλεν ἐλάλησέν τι περὶ σοῦ πονηρόν.
Verse: 22    
ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ϕρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται.
Verse: 23    
Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ ᾽Ιησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προϕητῶν ἀπὸ πρωὶ ἕως ἑσπέρας.
Verse: 24    
καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν·
Verse: 25    
ἀσύμϕωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ ᾽Ησαίου τοῦ προϕήτου πρὸς τοὺς πατέρας ὑμῶν
Verse: 26    
λέγων, Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, ᾽Ακοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
Verse: 27    
ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀϕθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀϕθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
Verse: 28    
γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ἀκούσονται.
Verse: 30    
᾽Ενέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,
Verse: 31    
κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.





Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.