TITUS
Novum Testamentum graece
Part No. 120
Previous part

Book: Rom. 
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Epistola beati Pauli apostoli ad Romanos




Chapter: 1 
Verse: 1    Παῦλος δοῦλος Χριστοῦ ᾽Ιησοῦ, κλητὸς ἀπόστολος, ἀϕωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
Verse: 2    
προεπηγγείλατο διὰ τῶν προϕητῶν αὐτοῦ ἐν γραϕαῖς ἁγίαις,
Verse: 3    
περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
Verse: 4    
τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, ᾽Ιησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
Verse: 5    
δι' οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
Verse: 6    
ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ ᾽Ιησοῦ Χριστοῦ,
Verse: 7    
πᾶσιν τοῖς οὖσιν ἐν ῾Ρώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ᾽Ιησοῦ Χριστοῦ.
Verse: 8    
Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ ᾽Ιησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν, ὅτι πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ.
Verse: 9    
μάρτυς γάρ μού ἐστιν θεός, λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι
Verse: 10    
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς.
Verse: 11    
ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
Verse: 12    
τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
Verse: 13    
οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελϕοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
Verse: 14    
῞Ελλησίν τε καὶ βαρβάροις, σοϕοῖς τε καὶ ἀνοήτοις ὀϕειλέτης εἰμί·
Verse: 15    
οὕτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν ῾Ρώμῃ εὐαγγελίσασθαι.
Verse: 16    
Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, ᾽Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι·
Verse: 17    
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, ῾Ο δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Verse: 18    
᾽Αποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
Verse: 19    
διότι τὸ γνωστὸν τοῦ θεοῦ ϕανερόν ἐστιν ἐν αὐτοῖς· θεὸς γὰρ αὐτοῖς ἐϕανέρωσεν.
Verse: 20    
τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους·
Verse: 21    
διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἀσύνετος αὐτῶν καρδία.
Verse: 22    
ϕάσκοντες εἶναι σοϕοὶ ἐμωράνθησαν,
Verse: 23    
καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀϕθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος ϕθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
Verse: 24    
Διὸ παρέδωκεν αὐτοὺς θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς,
Verse: 25    
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν.
Verse: 26    
διὰ τοῦτο παρέδωκεν αὐτοὺς θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν ϕυσικὴν χρῆσιν εἰς τὴν παρὰ ϕύσιν,
Verse: 27    
ὁμοίως τε καὶ οἱ ἄρσενες ἀϕέντες τὴν ϕυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
Verse: 28    
καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,
Verse: 29    
πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς ϕθόνου ϕόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστάς,
Verse: 30    
καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηϕάνους, ἀλαζόνας, ἐϕευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
Verse: 31    
ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀνελεήμονας·
Verse: 32    
οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.