TITUS
Novum Testamentum graece
Part No. 118
Previous part

Chapter: 27 
Verse: 1    ῾Ως δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ᾽Ιταλίαν, παρεδίδουν τόν τε Παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ᾽Ιουλίῳ σπείρης Σεβαστῆς.
Verse: 2    
ἐπιβάντες δὲ πλοίῳ ᾽Αδραμυττηνῷ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν ᾽Ασίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν ᾽Αριστάρχου Μακεδόνος Θεσσαλονικέως·
Verse: 3    
τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς Σιδῶνα, ϕιλανθρώπως τε ᾽Ιούλιος τῷ Παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς ϕίλους πορευθέντι ἐπιμελείας τυχεῖν.
Verse: 4    
κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν Κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους,
Verse: 5    
τό τε πέλαγος τὸ κατὰ τὴν Κιλικίαν καὶ Παμϕυλίαν διαπλεύσαντες κατήλθομεν εἰς Μύρα τῆς Λυκίας.
Verse: 6    
κἀκεῖ εὑρὼν ἑκατοντάρχης πλοῖον ᾽Αλεξανδρῖνον πλέον εἰς τὴν ᾽Ιταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό.
Verse: 7    
ἐν ἱκαναῖς δὲ ἡμέραις βραδυπλοοῦντες καὶ μόλις γενόμενοι κατὰ τὴν Κνίδον, μὴ προσεῶντος ἡμᾶς τοῦ ἀνέμου, ὑπεπλεύσαμεν τὴν Κρήτην κατὰ Σαλμώνην,
Verse: 8    
μόλις τε παραλεγόμενοι αὐτὴν ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς Λιμένας, ἐγγὺς πόλις ἦν Λασαία.
Verse: 9    
῾Ικανοῦ δὲ χρόνου διαγενομένου καὶ ὄντος ἤδη ἐπισϕαλοῦς τοῦ πλοὸς διὰ τὸ καὶ τὴν νηστείαν ἤδη παρεληλυθέναι, παρῄνει Παῦλος
Verse: 10    
λέγων αὐτοῖς, ῎Ανδρες, θεωρῶ ὅτι μετὰ ὕβρεως καὶ πολλῆς ζημίας οὐ μόνον τοῦ ϕορτίου καὶ τοῦ πλοίου ἀλλὰ καὶ τῶν ψυχῶν ἡμῶν μέλλειν ἔσεσθαι τὸν πλοῦν.
Verse: 11    
δὲ ἑκατοντάρχης τῷ κυβερνήτῃ καὶ τῷ ναυκλήρῳ μᾶλλον ἐπείθετο τοῖς ὑπὸ Παύλου λεγομένοις.
Verse: 12    
ἀνευθέτου δὲ τοῦ λιμένος ὑπάρχοντος πρὸς παραχειμασίαν οἱ πλείονες ἔθεντο βουλὴν ἀναχθῆναι ἐκεῖθεν, εἴ πως δύναιντο καταντήσαντες εἰς Φοίνικα παραχειμάσαι, λιμένα τῆς Κρήτης βλέποντα κατὰ λίβα καὶ κατὰ χῶρον.
Verse: 13    
῾Υποπνεύσαντος δὲ νότου δόξαντες τῆς προθέσεως κεκρατηκέναι, ἄραντες ἆσσον παρελέγοντο τὴν Κρήτην.
Verse: 14    
μετ' οὐ πολὺ δὲ ἔβαλεν κατ' αὐτῆς ἄνεμος τυϕωνικὸς καλούμενος Εὐρακύλων·
Verse: 15    
συναρπασθέντος δὲ τοῦ πλοίου καὶ μὴ δυναμένου ἀντοϕθαλμεῖν τῷ ἀνέμῳ ἐπιδόντες ἐϕερόμεθα.
Verse: 16    
νησίον δέ τι ὑποδραμόντες καλούμενον Καῦδα ἰσχύσαμεν μόλις περικρατεῖς γενέσθαι τῆς σκάϕης,
Verse: 17    
ἣν ἄραντες βοηθείαις ἐχρῶντο ὑποζωννύντες τὸ πλοῖον· ϕοβούμενοί τε μὴ εἰς τὴν Σύρτιν ἐκπέσωσιν, χαλάσαντες τὸ σκεῦος, οὕτως ἐϕέροντο.
Verse: 18    
σϕοδρῶς δὲ χειμαζομένων ἡμῶν τῇ ἑξῆς ἐκβολὴν ἐποιοῦντο,
Verse: 19    
καὶ τῇ τρίτῃ αὐτόχειρες τὴν σκευὴν τοῦ πλοίου ἔρριψαν.
Verse: 20    
μήτε δὲ ἡλίου μήτε ἄστρων ἐπιϕαινόντων ἐπὶ πλείονας ἡμέρας, χειμῶνός τε οὐκ ὀλίγου ἐπικειμένου, λοιπὸν περιῃρεῖτο ἐλπὶς πᾶσα τοῦ σῴζεσθαι ἡμᾶς.
Verse: 21    
Πολλῆς τε ἀσιτίας ὑπαρχούσης τότε σταθεὶς Παῦλος ἐν μέσῳ αὐτῶν εἶπεν, ῎Εδει μέν, ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν.
Verse: 22    
καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν, ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου·
Verse: 23    
παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ τοῦ θεοῦ οὗ εἰμι [ἐγώ], καὶ λατρεύω, ἄγγελος
Verse: 24    
λέγων, Μὴ ϕοβοῦ, Παῦλε· Καίσαρί σε δεῖ παραστῆναι, καὶ ἰδοὺ κεχάρισταί σοι θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ.
Verse: 25    
διὸ εὐθυμεῖτε, ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ' ὃν τρόπον λελάληταί μοι.
Verse: 26    
εἰς νῆσον δέ τινα δεῖ ἡμᾶς ἐκπεσεῖν.
Verse: 27    
῾Ως δὲ τεσσαρεσκαιδεκάτη νὺξ ἐγένετο διαϕερομένων ἡμῶν ἐν τῷ ᾽Αδρίᾳ, κατὰ μέσον τῆς νυκτὸς ὑπενόουν οἱ ναῦται προσάγειν τινὰ αὐτοῖς χώραν.
Verse: 28    
καὶ βολίσαντες εὗρον ὀργυιὰς εἴκοσι, βραχὺ δὲ διαστήσαντες καὶ πάλιν βολίσαντες εὗρον ὀργυιὰς δεκαπέντε·
Verse: 29    
ϕοβούμενοί τε μή που κατὰ τραχεῖς τόπους ἐκπέσωμεν, ἐκ πρύμνης ῥίψαντες ἀγκύρας τέσσαρας ηὔχοντο ἡμέραν γενέσθαι.
Verse: 30    
τῶν δὲ ναυτῶν ζητούντων ϕυγεῖν ἐκ τοῦ πλοίου καὶ χαλασάντων τὴν σκάϕην εἰς τὴν θάλασσαν προϕάσει ὡς ἐκ πρῴρης ἀγκύρας μελλόντων ἐκτείνειν,
Verse: 31    
εἶπεν Παῦλος τῷ ἑκατοντάρχῃ καὶ τοῖς στρατιώταις, ᾽Εὰν μὴ οὗτοι μείνωσιν ἐν τῷ πλοίῳ, ὑμεῖς σωθῆναι οὐ δύνασθε.
Verse: 32    
τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάϕης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Verse: 33    
῎Αχρι δὲ οὗ ἡμέρα ἤμελλεν γίνεσθαι παρεκάλει Παῦλος ἅπαντας μεταλαβεῖν τροϕῆς λέγων, Τεσσαρεσκαιδεκάτην σήμερον ἡμέραν προσδοκῶντες ἄσιτοι διατελεῖτε, μηθὲν προσλαβόμενοι·
Verse: 34    
διὸ παρακαλῶ ὑμᾶς μεταλαβεῖν τροϕῆς, τοῦτο γὰρ πρὸς τῆς ὑμετέρας σωτηρίας ὑπάρχει· οὐδενὸς γὰρ ὑμῶν θρὶξ ἀπὸ τῆς κεϕαλῆς ἀπολεῖται.
Verse: 35    
εἴπας δὲ ταῦτα καὶ λαβὼν ἄρτον εὐχαρίστησεν τῷ θεῷ ἐνώπιον πάντων καὶ κλάσας ἤρξατο ἐσθίειν.
Verse: 36    
εὔθυμοι δὲ γενόμενοι πάντες καὶ αὐτοὶ προσελάβοντο τροϕῆς.
Verse: 37    
ἤμεθα δὲ αἱ πᾶσαι ψυχαὶ ἐν τῷ πλοίῳ διακόσιαι ἑβδομήκοντα ἕξ.
Verse: 38    
κορεσθέντες δὲ τροϕῆς ἐκούϕιζον τὸ πλοῖον ἐκβαλλόμενοι τὸν σῖτον εἰς τὴν θάλασσαν.
Verse: 39    
῞Οτε δὲ ἡμέρα ἐγένετο, τὴν γῆν οὐκ ἐπεγίνωσκον, κόλπον δέ τινα κατενόουν ἔχοντα αἰγιαλὸν εἰς ὃν ἐβουλεύοντο εἰ δύναιντο ἐξῶσαι τὸ πλοῖον.
Verse: 40    
καὶ τὰς ἀγκύρας περιελόντες εἴων εἰς τὴν θάλασσαν, ἅμα ἀνέντες τὰς ζευκτηρίας τῶν πηδαλίων, καὶ ἐπάραντες τὸν ἀρτέμωνα τῇ πνεούσῃ κατεῖχον εἰς τὸν αἰγιαλόν.
Verse: 41    
περιπεσόντες δὲ εἰς τόπον διθάλασσον ἐπέκειλαν τὴν ναῦν, καὶ μὲν πρῷρα ἐρείσασα ἔμεινεν ἀσάλευτος, δὲ πρύμνα ἐλύετο ὑπὸ τῆς βίας [τῶν κυμάτων].
Verse: 42    
τῶν δὲ στρατιωτῶν βουλὴ ἐγένετο ἵνα τοὺς δεσμώτας ἀποκτείνωσιν, μή τις ἐκκολυμβήσας διαϕύγῃ·
Verse: 43    
δὲ ἑκατοντάρχης βουλόμενος διασῶσαι τὸν Παῦλον ἐκώλυσεν αὐτοὺς τοῦ βουλήματος, ἐκέλευσέν τε τοὺς δυναμένους κολυμβᾶν ἀπορίψαντας πρώτους ἐπὶ τὴν γῆν ἐξιέναι,
Verse: 44    
καὶ τοὺς λοιποὺς οὓς μὲν ἐπὶ σανίσιν οὓς δὲ ἐπί τινων τῶν ἀπὸ τοῦ πλοίου· καὶ οὕτως ἐγένετο πάντας διασωθῆναι ἐπὶ τὴν γῆν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.