TITUS
Novum Testamentum graece
Part No. 117
Previous part

Chapter: 26 
Verse: 1    ᾽Αγρίππας δὲ πρὸς τὸν Παῦλον ἔϕη, ᾽Επιτρέπεταί σοι περὶ σεαυτοῦ λέγειν. τότε Παῦλος ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο,
Verse: 2    
Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ ᾽Ιουδαίων, βασιλεῦ ᾽Αγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι,
Verse: 3    
μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ ᾽Ιουδαίους ἐθῶν τε καὶ ζητημάτων· διὸ δέομαι μακροθύμως ἀκοῦσαί μου.
Verse: 4    
Τὴν μὲν οὖν βίωσίν μου ἐκ νεότητος τὴν ἀπ' ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν τε ῾Ιεροσολύμοις ἴσασι πάντες ᾽Ιουδαῖοι,
Verse: 5    
προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος.
Verse: 6    
καὶ νῦν ἐπ' ἐλπίδι τῆς εἰς τοὺς πατέρας ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος,
Verse: 7    
εἰς ἣν τὸ δωδεκάϕυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι ὑπὸ ᾽Ιουδαίων, βασιλεῦ.
Verse: 8    
τί ἄπιστον κρίνεται παρ' ὑμῖν εἰ θεὸς νεκροὺς ἐγείρει;
Verse: 9    
ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα ᾽Ιησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι·
Verse: 10    
καὶ ἐποίησα ἐν ῾Ιεροσολύμοις, καὶ πολλούς τε τῶν ἁγίων ἐγὼ ἐν ϕυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆϕον,
Verse: 11    
καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασϕημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.
Verse: 12    
᾽Εν οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ' ἐξουσίας καὶ ἐπιτροπῆς τῆς τῶν ἀρχιερέων
Verse: 13    
ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με ϕῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους·
Verse: 14    
πάντων τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα ϕωνὴν λέγουσαν πρός με τῇ ῾Εβραίδι διαλέκτῳ, Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν.
Verse: 15    
ἐγὼ δὲ εἶπα, Τίς εἶ, κύριε; δὲ κύριος εἶπεν, ᾽Εγώ εἰμι ᾽Ιησοῦς ὃν σὺ διώκεις.
Verse: 16    
ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤϕθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές με ὧν τε ὀϕθήσομαί σοι,
Verse: 17    
ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ ἀποστέλλω σε
Verse: 18    
ἀνοῖξαι ὀϕθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς ϕῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄϕεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.
Verse: 19    
῞Οθεν, βασιλεῦ ᾽Αγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ,
Verse: 20    
ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν τε καὶ ῾Ιεροσολύμοις, πᾶσάν τε τὴν χώραν τῆς ᾽Ιουδαίας καὶ τοῖς ἔθνεσιν ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέϕειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας.
Verse: 21    
ἕνεκα τούτων με ᾽Ιουδαῖοι συλλαβόμενοι [ὄντα] ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι.
Verse: 22    
ἐπικουρίας οὖν τυχὼν τῆς ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προϕῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς,
Verse: 23    
εἰ παθητὸς Χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν ϕῶς μέλλει καταγγέλλειν τῷ τε λαῷ καὶ τοῖς ἔθνεσιν.
Verse: 24    
Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου Φῆστος μεγάλῃ τῇ ϕωνῇ ϕησιν, Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει.
Verse: 25    
δὲ Παῦλος, Οὐ μαίνομαι, ϕησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωϕροσύνης ῥήματα ἀποϕθέγγομαι.
Verse: 26    
ἐπίσταται γὰρ περὶ τούτων βασιλεύς, πρὸς ὃν καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτὸν τούτων οὐ πείθομαι οὐθέν, οὐ γάρ ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο.
Verse: 27    
πιστεύεις, βασιλεῦ ᾽Αγρίππα, τοῖς προϕήταις; οἶδα ὅτι πιστεύεις.
Verse: 28    
δὲ ᾽Αγρίππας πρὸς τὸν Παῦλον, ᾽Εν ὀλίγῳ με πείθεις Χριστιανὸν ποιῆσαι.
Verse: 29    
δὲ Παῦλος, Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
Verse: 30    
᾽Ανέστη τε βασιλεὺς καὶ ἡγεμὼν τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς,
Verse: 31    
καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου δεσμῶν ἄξιον πράσσει ἄνθρωπος οὗτος.
Verse: 32    
᾽Αγρίππας δὲ τῷ Φήστῳ ἔϕη, ᾽Απολελύσθαι ἐδύνατο ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.