TITUS
Novum Testamentum graece
Part No. 116
Chapter: 25
Verse: 1
Φῆστος
οὖν
ἐπιβὰς
τῇ
ἐπαρχείᾳ
μετὰ
τρεῖς
ἡμέρας
ἀνέβη
εἰς
῾Ιεροσόλυμα
ἀπὸ
Καισαρείας
,
Verse: 2
ἐνεϕάνισάν
τε
αὐτῷ
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
πρῶτοι
τῶν
᾽Ιουδαίων
κατὰ
τοῦ
Παύλου
,
καὶ
παρεκάλουν
αὐτὸν
Verse: 3
αἰτούμενοι
χάριν
κατ
'
αὐτοῦ
ὅπως
μεταπέμψηται
αὐτὸν
εἰς
᾽Ιερουσαλήμ
,
ἐνέδραν
ποιοῦντες
ἀνελεῖν
αὐτὸν
κατὰ
τὴν
ὁδόν
.
Verse: 4
ὁ
μὲν
οὖν
Φῆστος
ἀπεκρίθη
τηρεῖσθαι
τὸν
Παῦλον
εἰς
Καισάρειαν
,
ἑαυτὸν
δὲ
μέλλειν
ἐν
τάχει
ἐκπορεύεσθαι
·
Verse: 5
Οἱ
οὖν
ἐν
ὑμῖν
,
ϕησίν
,
δυνατοὶ
συγκαταβάντες
εἴ
τί
ἐστιν
ἐν
τῷ
ἀνδρὶ
ἄτοπον
κατηγορείτωσαν
αὐτοῦ
.
Verse: 6
Διατρίψας
δὲ
ἐν
αὐτοῖς
ἡμέρας
οὐ
πλείους
ὀκτὼ
ἢ
δέκα
,
καταβὰς
εἰς
Καισάρειαν
,
τῇ
ἐπαύριον
καθίσας
ἐπὶ
τοῦ
βήματος
ἐκέλευσεν
τὸν
Παῦλον
ἀχθῆναι
.
Verse: 7
παραγενομένου
δὲ
αὐτοῦ
περιέστησαν
αὐτὸν
οἱ
ἀπὸ
῾Ιεροσολύμων
καταβεβηκότες
᾽Ιουδαῖοι
,
πολλὰ
καὶ
βαρέα
αἰτιώματα
καταϕέροντες
ἃ
οὐκ
ἴσχυον
ἀποδεῖξαι
,
Verse: 8
τοῦ
Παύλου
ἀπολογουμένου
ὅτι
Οὔτε
εἰς
τὸν
νόμον
τῶν
᾽Ιουδαίων
οὔτε
εἰς
τὸ
ἱερὸν
οὔτε
εἰς
Καίσαρά
τι
ἥμαρτον
.
Verse: 9
ὁ
Φῆστος
δὲ
θέλων
τοῖς
᾽Ιουδαίοις
χάριν
καταθέσθαι
ἀποκριθεὶς
τῷ
Παύλῳ
εἶπεν
,
Θέλεις
εἰς
῾Ιεροσόλυμα
ἀναβὰς
ἐκεῖ
περὶ
τούτων
κριθῆναι
ἐπ
'
ἐμοῦ
;
Verse: 10
εἶπεν
δὲ
ὁ
Παῦλος
,
῾Εστὼς
ἐπὶ
τοῦ
βήματος
Καίσαρός
εἰμι
,
οὗ
με
δεῖ
κρίνεσθαι
.
᾽Ιουδαίους
οὐδὲν
ἠδίκησα
,
ὡς
καὶ
σὺ
κάλλιον
ἐπιγινώσκεις
.
Verse: 11
εἰ
μὲν
οὖν
ἀδικῶ
καὶ
ἄξιον
θανάτου
πέπραχά
τι
,
οὐ
παραιτοῦμαι
τὸ
ἀποθανεῖν
·
εἰ
δὲ
οὐδέν
ἐστιν
ὧν
οὗτοι
κατηγοροῦσίν
μου
,
οὐδείς
με
δύναται
αὐτοῖς
χαρίσασθαι
·
Καίσαρα
ἐπικαλοῦμαι
.
Verse: 12
τότε
ὁ
Φῆστος
συλλαλήσας
μετὰ
τοῦ
συμβουλίου
ἀπεκρίθη
,
Καίσαρα
ἐπικέκλησαι
,
ἐπὶ
Καίσαρα
πορεύσῃ
.
Verse: 13
῾Ημερῶν
δὲ
διαγενομένων
τινῶν
᾽Αγρίππας
ὁ
βασιλεὺς
καὶ
Βερνίκη
κατήντησαν
εἰς
Καισάρειαν
ἀσπασάμενοι
τὸν
Φῆστον
.
Verse: 14
ὡς
δὲ
πλείους
ἡμέρας
διέτριβον
ἐκεῖ
,
ὁ
Φῆστος
τῷ
βασιλεῖ
ἀνέθετο
τὰ
κατὰ
τὸν
Παῦλον
λέγων
,
᾽Ανήρ
τίς
ἐστιν
καταλελειμμένος
ὑπὸ
Φήλικος
δέσμιος
,
Verse: 15
περὶ
οὗ
γενομένου
μου
εἰς
῾Ιεροσόλυμα
ἐνεϕάνισαν
οἱ
ἀρχιερεῖς
καὶ
οἱ
πρεσβύτεροι
τῶν
᾽Ιουδαίων
,
αἰτούμενοι
κατ
'
αὐτοῦ
καταδίκην
·
Verse: 16
πρὸς
οὓς
ἀπεκρίθην
ὅτι
οὐκ
ἔστιν
ἔθος
῾Ρωμαίοις
χαρίζεσθαί
τινα
ἄνθρωπον
πρὶν
ἢ
ὁ
κατηγορούμενος
κατὰ
πρόσωπον
ἔχοι
τοὺς
κατηγόρους
τόπον
τε
ἀπολογίας
λάβοι
περὶ
τοῦ
ἐγκλήματος
.
Verse: 17
συνελθόντων
οὖν
ἐνθάδε
ἀναβολὴν
μηδεμίαν
ποιησάμενος
τῇ
ἑξῆς
καθίσας
ἐπὶ
τοῦ
βήματος
ἐκέλευσα
ἀχθῆναι
τὸν
ἄνδρα
·
Verse: 18
περὶ
οὗ
σταθέντες
οἱ
κατήγοροι
οὐδεμίαν
αἰτίαν
ἔϕερον
ὧν
ἐγὼ
ὑπενόουν
πονηρῶν
,
Verse: 19
ζητήματα
δέ
τινα
περὶ
τῆς
ἰδίας
δεισιδαιμονίας
εἶχον
πρὸς
αὐτὸν
καὶ
περί
τινος
᾽Ιησοῦ
τεθνηκότος
,
ὃν
ἔϕασκεν
ὁ
Παῦλος
ζῆν
.
Verse: 20
ἀπορούμενος
δὲ
ἐγὼ
τὴν
περὶ
τούτων
ζήτησιν
ἔλεγον
εἰ
βούλοιτο
πορεύεσθαι
εἰς
῾Ιεροσόλυμα
κἀκεῖ
κρίνεσθαι
περὶ
τούτων
.
Verse: 21
τοῦ
δὲ
Παύλου
ἐπικαλεσαμένου
τηρηθῆναι
αὐτὸν
εἰς
τὴν
τοῦ
Σεβαστοῦ
διάγνωσιν
,
ἐκέλευσα
τηρεῖσθαι
αὐτὸν
ἕως
οὗ
ἀναπέμψω
αὐτὸν
πρὸς
Καίσαρα
.
Verse: 22
᾽Αγρίππας
δὲ
πρὸς
τὸν
Φῆστον
,
᾽Εβουλόμην
καὶ
αὐτὸς
τοῦ
ἀνθρώπου
ἀκοῦσαι
.
Αὔριον
,
ϕησίν
,
ἀκούσῃ
αὐτοῦ
.
Verse: 23
Τῇ
οὖν
ἐπαύριον
ἐλθόντος
τοῦ
᾽Αγρίππα
καὶ
τῆς
Βερνίκης
μετὰ
πολλῆς
ϕαντασίας
καὶ
εἰσελθόντων
εἰς
τὸ
ἀκροατήριον
σύν
τε
χιλιάρχοις
καὶ
ἀνδράσιν
τοῖς
κατ
'
ἐξοχὴν
τῆς
πόλεως
,
καὶ
κελεύσαντος
τοῦ
Φήστου
ἤχθη
ὁ
Παῦλος
.
Verse: 24
καί
ϕησιν
ὁ
Φῆστος
,
᾽Αγρίππα
βασιλεῦ
καὶ
πάντες
οἱ
συμπαρόντες
ἡμῖν
ἄνδρες
,
θεωρεῖτε
τοῦτον
περὶ
οὗ
ἅπαν
τὸ
πλῆθος
τῶν
᾽Ιουδαίων
ἐνέτυχόν
μοι
ἔν
τε
῾Ιεροσολύμοις
καὶ
ἐνθάδε
,
βοῶντες
μὴ
δεῖν
αὐτὸν
ζῆν
μηκέτι
.
Verse: 25
ἐγὼ
δὲ
κατελαβόμην
μηδὲν
ἄξιον
αὐτὸν
θανάτου
πεπραχέναι
,
αὐτοῦ
δὲ
τούτου
ἐπικαλεσαμένου
τὸν
Σεβαστὸν
ἔκρινα
πέμπειν
.
Verse: 26
περὶ
οὗ
ἀσϕαλές
τι
γράψαι
τῷ
κυρίῳ
οὐκ
ἔχω
·
διὸ
προήγαγον
αὐτὸν
ἐϕ
'
ὑμῶν
καὶ
μάλιστα
ἐπὶ
σοῦ
,
βασιλεῦ
᾽Αγρίππα
,
ὅπως
τῆς
ἀνακρίσεως
γενομένης
σχῶ
τί
γράψω
·
Verse: 27
ἄλογον
γάρ
μοι
δοκεῖ
πέμποντα
δέσμιον
μὴ
καὶ
τὰς
κατ
'
αὐτοῦ
αἰτίας
σημᾶναι
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.