TITUS
Novum Testamentum graece
Part No. 115
Chapter: 24
Verse: 1
Μετὰ
δὲ
πέντε
ἡμέρας
κατέβη
ὁ
ἀρχιερεὺς
῾Ανανίας
μετὰ
πρεσβυτέρων
τινῶν
καὶ
ῥήτορος
Τερτύλλου
τινός
,
οἵτινες
ἐνεϕάνισαν
τῷ
ἡγεμόνι
κατὰ
τοῦ
Παύλου
.
Verse: 2
κληθέντος
δὲ
αὐτοῦ
ἤρξατο
κατηγορεῖν
ὁ
Τέρτυλλος
λέγων
,
Πολλῆς
εἰρήνης
τυγχάνοντες
διὰ
σοῦ
καὶ
διορθωμάτων
γινομένων
τῷ
ἔθνει
τούτῳ
διὰ
τῆς
σῆς
προνοίας
,
Verse: 3
πάντῃ
τε
καὶ
πανταχοῦ
ἀποδεχόμεθα
,
κράτιστε
Φῆλιξ
,
μετὰ
πάσης
εὐχαριστίας
.
Verse: 4
ἵνα
δὲ
μὴ
ἐπὶ
πλεῖόν
σε
ἐγκόπτω
,
παρακαλῶ
ἀκοῦσαί
σε
ἡμῶν
συντόμως
τῇ
σῇ
ἐπιεικείᾳ
.
Verse: 5
εὑρόντες
γὰρ
τὸν
ἄνδρα
τοῦτον
λοιμὸν
καὶ
κινοῦντα
στάσεις
πᾶσιν
τοῖς
᾽Ιουδαίοις
τοῖς
κατὰ
τὴν
οἰκουμένην
πρωτοστάτην
τε
τῆς
τῶν
Ναζωραίων
αἱρέσεως
,
Verse: 6
ὃς
καὶ
τὸ
ἱερὸν
ἐπείρασεν
βεβηλῶσαι
,
ὃν
καὶ
ἐκρατήσαμεν
,
Verse: 8
παρ
'
οὗ
δυνήσῃ
αὐτὸς
ἀνακρίνας
περὶ
πάντων
τούτων
ἐπιγνῶναι
ὧν
ἡμεῖς
κατηγοροῦμεν
αὐτοῦ
.
Verse: 9
συνεπέθεντο
δὲ
καὶ
οἱ
᾽Ιουδαῖοι
ϕάσκοντες
ταῦτα
οὕτως
ἔχειν
.
Verse: 10
᾽Απεκρίθη
τε
ὁ
Παῦλος
νεύσαντος
αὐτῷ
τοῦ
ἡγεμόνος
λέγειν
,
᾽Εκ
πολλῶν
ἐτῶν
ὄντα
σε
κριτὴν
τῷ
ἔθνει
τούτῳ
ἐπιστάμενος
εὐθύμως
τὰ
περὶ
ἐμαυτοῦ
ἀπολογοῦμαι
,
Verse: 11
δυναμένου
σου
ἐπιγνῶναι
ὅτι
οὐ
πλείους
εἰσίν
μοι
ἡμέραι
δώδεκα
ἀϕ
'
ἧς
ἀνέβην
προσκυνήσων
εἰς
᾽Ιερουσαλήμ
,
Verse: 12
καὶ
οὔτε
ἐν
τῷ
ἱερῷ
εὗρόν
με
πρός
τινα
διαλεγόμενον
ἢ
ἐπίστασιν
ποιοῦντα
ὄχλου
οὔτε
ἐν
ταῖς
συναγωγαῖς
οὔτε
κατὰ
τὴν
πόλιν
,
Verse: 13
οὐδὲ
παραστῆσαι
δύνανταί
σοι
περὶ
ὧν
νυνὶ
κατηγοροῦσίν
μου
.
Verse: 14
ὁμολογῶ
δὲ
τοῦτό
σοι
ὅτι
κατὰ
τὴν
ὁδὸν
ἣν
λέγουσιν
αἵρεσιν
οὕτως
λατρεύω
τῷ
πατρῴῳ
θεῷ
,
πιστεύων
πᾶσι
τοῖς
κατὰ
τὸν
νόμον
καὶ
τοῖς
ἐν
τοῖς
προϕήταις
γεγραμμένοις
,
Verse: 15
ἐλπίδα
ἔχων
εἰς
τὸν
θεόν
,
ἣν
καὶ
αὐτοὶ
οὗτοι
προσδέχονται
,
ἀνάστασιν
μέλλειν
ἔσεσθαι
δικαίων
τε
καὶ
ἀδίκων
.
Verse: 16
ἐν
τούτῳ
καὶ
αὐτὸς
ἀσκῶ
ἀπρόσκοπον
συνείδησιν
ἔχειν
πρὸς
τὸν
θεὸν
καὶ
τοὺς
ἀνθρώπους
διὰ
παντός
.
Verse: 17
δι
'
ἐτῶν
δὲ
πλειόνων
ἐλεημοσύνας
ποιήσων
εἰς
τὸ
ἔθνος
μου
παρεγενόμην
καὶ
προσϕοράς
,
Verse: 18
ἐν
αἷς
εὗρόν
με
ἡγνισμένον
ἐν
τῷ
ἱερῷ
,
οὐ
μετὰ
ὄχλου
οὐδὲ
μετὰ
θορύβου
·
Verse: 19
τινὲς
δὲ
ἀπὸ
τῆς
᾽Ασίας
᾽Ιουδαῖοι
,
οὓς
ἔδει
ἐπὶ
σοῦ
παρεῖναι
καὶ
κατηγορεῖν
εἴ
τι
ἔχοιεν
πρὸς
ἐμέ
Verse: 20
ἢ
αὐτοὶ
οὗτοι
εἰπάτωσαν
τί
εὗρον
ἀδίκημα
στάντος
μου
ἐπὶ
τοῦ
συνεδρίου
Verse: 21
ἢ
περὶ
μιᾶς
ταύτης
ϕωνῆς
ἧς
ἐκέκραξα
ἐν
αὐτοῖς
ἑστὼς
ὅτι
Περὶ
ἀναστάσεως
νεκρῶν
ἐγὼ
κρίνομαι
σήμερον
ἐϕ
'
ὑμῶν
.
Verse: 22
᾽Ανεβάλετο
δὲ
αὐτοὺς
ὁ
Φῆλιξ
,
ἀκριβέστερον
εἰδὼς
τὰ
περὶ
τῆς
ὁδοῦ
,
εἴπας
,
῞Οταν
Λυσίας
ὁ
χιλίαρχος
καταβῇ
διαγνώσομαι
τὰ
καθ
'
ὑμᾶς
,
Verse: 23
διαταξάμενος
τῷ
ἑκατοντάρχῃ
τηρεῖσθαι
αὐτὸν
ἔχειν
τε
ἄνεσιν
καὶ
μηδένα
κωλύειν
τῶν
ἰδίων
αὐτοῦ
ὑπηρετεῖν
αὐτῷ
.
Verse: 24
Μετὰ
δὲ
ἡμέρας
τινὰς
παραγενόμενος
ὁ
Φῆλιξ
σὺν
Δρουσίλλῃ
τῇ
ἰδίᾳ
γυναικὶ
οὔσῃ
᾽Ιουδαίᾳ
μετεπέμψατο
τὸν
Παῦλον
καὶ
ἤκουσεν
αὐτοῦ
περὶ
τῆς
εἰς
Χριστὸν
᾽Ιησοῦν
πίστεως
.
Verse: 25
διαλεγομένου
δὲ
αὐτοῦ
περὶ
δικαιοσύνης
καὶ
ἐγκρατείας
καὶ
τοῦ
κρίματος
τοῦ
μέλλοντος
ἔμϕοβος
γενόμενος
ὁ
Φῆλιξ
ἀπεκρίθη
,
Τὸ
νῦν
ἔχον
πορεύου
,
καιρὸν
δὲ
μεταλαβὼν
μετακαλέσομαί
σε
·
Verse: 26
ἅμα
καὶ
ἐλπίζων
ὅτι
χρήματα
δοθήσεται
αὐτῷ
ὑπὸ
τοῦ
Παύλου
·
διὸ
καὶ
πυκνότερον
αὐτὸν
μεταπεμπόμενος
ὡμίλει
αὐτῷ
.
Verse: 27
Διετίας
δὲ
πληρωθείσης
ἔλαβεν
διάδοχον
ὁ
Φῆλιξ
Πόρκιον
Φῆστον
·
θέλων
τε
χάριτα
καταθέσθαι
τοῖς
᾽Ιουδαίοις
ὁ
Φῆλιξ
κατέλιπε
τὸν
Παῦλον
δεδεμένον
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.