TITUS
Novum Testamentum graece
Part No. 109
Previous part

Chapter: 18 
Verse: 1    Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν ᾽Αθηνῶν ἦλθεν εἰς Κόρινθον.
Verse: 2    
καὶ εὑρών τινα ᾽Ιουδαῖον ὀνόματι ᾽Ακύλαν, Ποντικὸν τῷ γένει, προσϕάτως ἐληλυθότα ἀπὸ τῆς ᾽Ιταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς ᾽Ιουδαίους ἀπὸ τῆς ῾Ρώμης, προσῆλθεν αὐτοῖς,
Verse: 3    
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ' αὐτοῖς καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.
Verse: 4    
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε ᾽Ιουδαίους καὶ ῞Ελληνας.
Verse: 5    
῾Ως δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σίλας καὶ Τιμόθεος, συνείχετο τῷ λόγῳ Παῦλος, διαμαρτυρόμενος τοῖς ᾽Ιουδαίοις εἶναι τὸν Χριστόν, ᾽Ιησοῦν.
Verse: 6    
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασϕημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεϕαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
Verse: 7    
καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου ᾽Ιούστου σεβομένου τὸν θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
Verse: 8    
Κρίσπος δὲ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
Verse: 9    
εἶπεν δὲ κύριος ἐν νυκτὶ δι' ὁράματος τῷ Παύλῳ, Μὴ ϕοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
Verse: 10    
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
Verse: 11    
᾽Εκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
Verse: 12    
Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς ᾽Αχαίας κατεπέστησαν ὁμοθυμαδὸν οἱ ᾽Ιουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
Verse: 13    
λέγοντες ὅτι Παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
Verse: 14    
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν Γαλλίων πρὸς τοὺς ᾽Ιουδαίους, Εἰ μὲν ἦν ἀδίκημά τι ῥᾳδιούργημα πονηρόν, ᾽Ιουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
Verse: 15    
εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
Verse: 16    
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
Verse: 17    
ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.
Verse: 18    
῾Ο δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελϕοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ ᾽Ακύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεϕαλήν, εἶχεν γὰρ εὐχήν.
Verse: 19    
κατήντησαν δὲ εἰς ῎Εϕεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ᾽Ιουδαίοις.
Verse: 20    
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν,
Verse: 21    
ἀλλὰ ἀποταξάμενος καὶ εἰπών, Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς ᾽Εϕέσου·
Verse: 22    
καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς ᾽Αντιόχειαν,
Verse: 23    
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.
Verse: 24    
᾽Ιουδαῖος δέ τις ᾽Απολλῶς ὀνόματι, ᾽Αλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς ῎Εϕεσον, δυνατὸς ὢν ἐν ταῖς γραϕαῖς.
Verse: 25    
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ᾽Ιησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα ᾽Ιωάννου.
Verse: 26    
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ ᾽Ακύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ θεοῦ.
Verse: 27    
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν ᾽Αχαίαν προτρεψάμενοι οἱ ἀδελϕοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
Verse: 28    
εὐτόνως γὰρ τοῖς ᾽Ιουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραϕῶν εἶναι τὸν Χριστὸν ᾽Ιησοῦν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.