TITUS
Novum Testamentum graece
Part No. 110
Chapter: 19
Verse: 1
᾽Εγένετο
δὲ
ἐν
τῷ
τὸν
᾽Απολλῶ
εἶναι
ἐν
Κορίνθῳ
Παῦλον
διελθόντα
τὰ
ἀνωτερικὰ
μέρη
ἐλθεῖν
εἰς
῎Εϕεσον
καὶ
εὑρεῖν
τινας
μαθητάς
,
Verse: 2
εἶπέν
τε
πρὸς
αὐτούς
,
Εἰ
πνεῦμα
ἅγιον
ἐλάβετε
πιστεύσαντες
;
οἱ
δὲ
πρὸς
αὐτόν
,
᾽Αλλ
'
οὐδ
'
εἰ
πνεῦμα
ἅγιον
ἔστιν
ἠκούσαμεν
.
Verse: 3
ὁ
δὲ
εἶπεν
,
Εἰς
τί
οὖν
ἐβαπτίσθητε
;
οἱ
δὲ
εἶπαν
,
Εἰς
τὸ
᾽Ιωάννου
βάπτισμα
.
Verse: 4
εἶπεν
δὲ
Παῦλος
,
᾽Ιωάννης
ἐβάπτισεν
βάπτισμα
μετανοίας
,
τῷ
λαῷ
λέγων
εἰς
τὸν
ἐρχόμενον
μετ
'
αὐτὸν
ἵνα
πιστεύσωσιν
,
τοῦτ
'
ἔστιν
εἰς
τὸν
᾽Ιησοῦν
.
Verse: 5
ἀκούσαντες
δὲ
ἐβαπτίσθησαν
εἰς
τὸ
ὄνομα
τοῦ
κυρίου
᾽Ιησοῦ
·
Verse: 6
καὶ
ἐπιθέντος
αὐτοῖς
τοῦ
Παύλου
χεῖρας
ἦλθε
τὸ
πνεῦμα
τὸ
ἅγιον
ἐπ
'
αὐτούς
,
ἐλάλουν
τε
γλώσσαις
καὶ
ἐπροϕήτευον
.
Verse: 7
ἦσαν
δὲ
οἱ
πάντες
ἄνδρες
ὡσεὶ
δώδεκα
.
Verse: 8
Εἰσελθὼν
δὲ
εἰς
τὴν
συναγωγὴν
ἐπαρρησιάζετο
ἐπὶ
μῆνας
τρεῖς
διαλεγόμενος
καὶ
πείθων
περὶ
τῆς
βασιλείας
τοῦ
θεοῦ
.
Verse: 9
ὡς
δέ
τινες
ἐσκληρύνοντο
καὶ
ἠπείθουν
κακολογοῦντες
τὴν
ὁδὸν
ἐνώπιον
τοῦ
πλήθους
,
ἀποστὰς
ἀπ
'
αὐτῶν
ἀϕώρισεν
τοὺς
μαθητάς
,
καθ
'
ἡμέραν
διαλεγόμενος
ἐν
τῇ
σχολῇ
Τυράννου
.
Verse: 10
τοῦτο
δὲ
ἐγένετο
ἐπὶ
ἔτη
δύο
,
ὥστε
πάντας
τοὺς
κατοικοῦντας
τὴν
᾽Ασίαν
ἀκοῦσαι
τὸν
λόγον
τοῦ
κυρίου
,
᾽Ιουδαίους
τε
καὶ
῞Ελληνας
.
Verse: 11
Δυνάμεις
τε
οὐ
τὰς
τυχούσας
ὁ
θεὸς
ἐποίει
διὰ
τῶν
χειρῶν
Παύλου
,
Verse: 12
ὥστε
καὶ
ἐπὶ
τοὺς
ἀσθενοῦντας
ἀποϕέρεσθαι
ἀπὸ
τοῦ
χρωτὸς
αὐτοῦ
σουδάρια
ἢ
σιμικίνθια
καὶ
ἀπαλλάσσεσθαι
ἀπ
'
αὐτῶν
τὰς
νόσους
,
τά
τε
πνεύματα
τὰ
πονηρὰ
ἐκπορεύεσθαι
.
Verse: 13
ἐπεχείρησαν
δέ
τινες
καὶ
τῶν
περιερχομένων
᾽Ιουδαίων
ἐξορκιστῶν
ὀνομάζειν
ἐπὶ
τοὺς
ἔχοντας
τὰ
πνεύματα
τὰ
πονηρὰ
τὸ
ὄνομα
τοῦ
κυρίου
᾽Ιησοῦ
λέγοντες
,
῾Ορκίζω
ὑμᾶς
τὸν
᾽Ιησοῦν
ὃν
Παῦλος
κηρύσσει
.
Verse: 14
ἦσαν
δέ
τινος
Σκευᾶ
᾽Ιουδαίου
ἀρχιερέως
ἑπτὰ
υἱοὶ
τοῦτο
ποιοῦντες
.
Verse: 15
ἀποκριθὲν
δὲ
τὸ
πνεῦμα
τὸ
πονηρὸν
εἶπεν
αὐτοῖς
,
Τὸν
[μὲν]
᾽Ιησοῦν
γινώσκω
καὶ
τὸν
Παῦλον
ἐπίσταμαι
,
ὑμεῖς
δὲ
τίνες
ἐστέ
;
Verse: 16
καὶ
ἐϕαλόμενος
ὁ
ἄνθρωπος
ἐπ
'
αὐτοὺς
ἐν
ᾧ
ἦν
τὸ
πνεῦμα
τὸ
πονηρὸν
κατακυριεύσας
ἀμϕοτέρων
ἴσχυσεν
κατ
'
αὐτῶν
,
ὥστε
γυμνοὺς
καὶ
τετραυματισμένους
ἐκϕυγεῖν
ἐκ
τοῦ
οἴκου
ἐκείνου
.
Verse: 17
τοῦτο
δὲ
ἐγένετο
γνωστὸν
πᾶσιν
᾽Ιουδαίοις
τε
καὶ
῞Ελλησιν
τοῖς
κατοικοῦσιν
τὴν
῎Εϕεσον
,
καὶ
ἐπέπεσεν
ϕόβος
ἐπὶ
πάντας
αὐτούς
,
καὶ
ἐμεγαλύνετο
τὸ
ὄνομα
τοῦ
κυρίου
᾽Ιησοῦ
.
Verse: 18
πολλοί
τε
τῶν
πεπιστευκότων
ἤρχοντο
ἐξομολογούμενοι
καὶ
ἀναγγέλλοντες
τὰς
πράξεις
αὐτῶν
.
Verse: 19
ἱκανοὶ
δὲ
τῶν
τὰ
περίεργα
πραξάντων
συνενέγκαντες
τὰς
βίβλους
κατέκαιον
ἐνώπιον
πάντων
·
καὶ
συνεψήϕισαν
τὰς
τιμὰς
αὐτῶν
καὶ
εὗρον
ἀργυρίου
μυριάδας
πέντε
.
Verse: 20
Οὕτως
κατὰ
κράτος
τοῦ
κυρίου
ὁ
λόγος
ηὔξανεν
καὶ
ἴσχυεν
.
Verse: 21
῾Ως
δὲ
ἐπληρώθη
ταῦτα
,
ἔθετο
ὁ
Παῦλος
ἐν
τῷ
πνεύματι
διελθὼν
τὴν
Μακεδονίαν
καὶ
᾽Αχαίαν
πορεύεσθαι
εἰς
῾Ιεροσόλυμα
,
εἰπὼν
ὅτι
Μετὰ
τὸ
γενέσθαι
με
ἐκεῖ
δεῖ
με
καὶ
῾Ρώμην
ἰδεῖν
.
Verse: 22
ἀποστείλας
δὲ
εἰς
τὴν
Μακεδονίαν
δύο
τῶν
διακονούντων
αὐτῷ
,
Τιμόθεον
καὶ
῎Εραστον
,
αὐτὸς
ἐπέσχεν
χρόνον
εἰς
τὴν
᾽Ασίαν
.
Verse: 23
᾽Εγένετο
δὲ
κατὰ
τὸν
καιρὸν
ἐκεῖνον
τάραχος
οὐκ
ὀλίγος
περὶ
τῆς
ὁδοῦ
.
Verse: 24
Δημήτριος
γάρ
τις
ὀνόματι
,
ἀργυροκόπος
,
ποιῶν
ναοὺς
ἀργυροῦς
᾽Αρτέμιδος
παρείχετο
τοῖς
τεχνίταις
οὐκ
ὀλίγην
ἐργασίαν
,
Verse: 25
οὓς
συναθροίσας
καὶ
τοὺς
περὶ
τὰ
τοιαῦτα
ἐργάτας
εἶπεν
,
῎Ανδρες
,
ἐπίστασθε
ὅτι
ἐκ
ταύτης
τῆς
ἐργασίας
ἡ
εὐπορία
ἡμῖν
ἐστιν
,
Verse: 26
καὶ
θεωρεῖτε
καὶ
ἀκούετε
ὅτι
οὐ
μόνον
᾽Εϕέσου
ἀλλὰ
σχεδὸν
πάσης
τῆς
᾽Ασίας
ὁ
Παῦλος
οὗτος
πείσας
μετέστησεν
ἱκανὸν
ὄχλον
,
λέγων
ὅτι
οὐκ
εἰσὶν
θεοὶ
οἱ
διὰ
χειρῶν
γινόμενοι
.
Verse: 27
οὐ
μόνον
δὲ
τοῦτο
κινδυνεύει
ἡμῖν
τὸ
μέρος
εἰς
ἀπελεγμὸν
ἐλθεῖν
,
ἀλλὰ
καὶ
τὸ
τῆς
μεγάλης
θεᾶς
᾽Αρτέμιδος
ἱερὸν
εἰς
οὐθὲν
λογισθῆναι
,
μέλλειν
τε
καὶ
καθαιρεῖσθαι
τῆς
μεγαλειότητος
αὐτῆς
,
ἣν
ὅλη
ἡ
᾽Ασία
καὶ
ἡ
οἰκουμένη
σέβεται
.
Verse: 28
᾽Ακούσαντες
δὲ
καὶ
γενόμενοι
πλήρεις
θυμοῦ
ἔκραζον
λέγοντες
,
Μεγάλη
ἡ
῎Αρτεμις
᾽Εϕεσίων
.
Verse: 29
καὶ
ἐπλήσθη
ἡ
πόλις
τῆς
συγχύσεως
,
ὥρμησάν
τε
ὁμοθυμαδὸν
εἰς
τὸ
θέατρον
συναρπάσαντες
Γάϊον
καὶ
᾽Αρίσταρχον
Μακεδόνας
,
συνεκδήμους
Παύλου
.
Verse: 30
Παύλου
δὲ
βουλομένου
εἰσελθεῖν
εἰς
τὸν
δῆμον
οὐκ
εἴων
αὐτὸν
οἱ
μαθηταί
·
Verse: 31
τινὲς
δὲ
καὶ
τῶν
᾽Ασιαρχῶν
,
ὄντες
αὐτῷ
ϕίλοι
,
πέμψαντες
πρὸς
αὐτὸν
παρεκάλουν
μὴ
δοῦναι
ἑαυτὸν
εἰς
τὸ
θέατρον
.
Verse: 32
ἄλλοι
μὲν
οὖν
ἄλλο
τι
ἔκραζον
,
ἦν
γὰρ
ἡ
ἐκκλησία
συγκεχυμένη
,
καὶ
οἱ
πλείους
οὐκ
ᾔδεισαν
τίνος
ἕνεκα
συνεληλύθεισαν
.
Verse: 33
ἐκ
δὲ
τοῦ
ὄχλου
συνεβίβασαν
᾽Αλέξανδρον
,
προβαλόντων
αὐτὸν
τῶν
᾽Ιουδαίων
·
ὁ
δὲ
᾽Αλέξανδρος
κατασείσας
τὴν
χεῖρα
ἤθελεν
ἀπολογεῖσθαι
τῷ
δήμῳ
.
Verse: 34
ἐπιγνόντες
δὲ
ὅτι
᾽Ιουδαῖός
ἐστιν
ϕωνὴ
ἐγένετο
μία
ἐκ
πάντων
ὡς
ἐπὶ
ὥρας
δύο
κραζόντων
,
Μεγάλη
ἡ
῎Αρτεμις
᾽Εϕεσίων
.
Verse: 35
καταστείλας
δὲ
ὁ
γραμματεὺς
τὸν
ὄχλον
ϕησίν
,
῎Ανδρες
᾽Εϕέσιοι
,
τίς
γάρ
ἐστιν
ἀνθρώπων
ὃς
οὐ
γινώσκει
τὴν
᾽Εϕεσίων
πόλιν
νεωκόρον
οὖσαν
τῆς
μεγάλης
᾽Αρτέμιδος
καὶ
τοῦ
διοπετοῦς
;
Verse: 36
ἀναντιρρήτων
οὖν
ὄντων
τούτων
δέον
ἐστὶν
ὑμᾶς
κατεσταλμένους
ὑπάρχειν
καὶ
μηδὲν
προπετὲς
πράσσειν
.
Verse: 37
ἠγάγετε
γὰρ
τοὺς
ἄνδρας
τούτους
οὔτε
ἱεροσύλους
οὔτε
βλασϕημοῦντας
τὴν
θεὸν
ἡμῶν
.
Verse: 38
εἰ
μὲν
οὖν
Δημήτριος
καὶ
οἱ
σὺν
αὐτῷ
τεχνῖται
ἔχουσι
πρός
τινα
λόγον
,
ἀγοραῖοι
ἄγονται
καὶ
ἀνθύπατοί
εἰσιν
·
ἐγκαλείτωσαν
ἀλλήλοις
.
Verse: 39
εἰ
δέ
τι
περαιτέρω
ἐπιζητεῖτε
,
ἐν
τῇ
ἐννόμῳ
ἐκκλησίᾳ
ἐπιλυθήσεται
.
Verse: 40
καὶ
γὰρ
κινδυνεύομεν
ἐγκαλεῖσθαι
στάσεως
περὶ
τῆς
σήμερον
,
μηδενὸς
αἰτίου
ὑπάρχοντος
,
περὶ
οὗ
[οὐ]
δυνησόμεθα
ἀποδοῦναι
λόγον
περὶ
τῆς
συστροϕῆς
ταύτης
.
καὶ
ταῦτα
εἰπὼν
ἀπέλυσεν
τὴν
ἐκκλησίαν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.