TITUS
Novum Testamentum graece
Part No. 88
Previous part

Chapter: 20 
Verse: 1    Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία Μαγδαληνὴ ἔρχεται πρωὶ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
Verse: 2    
τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐϕίλει ᾽Ιησοῦς, καὶ λέγει αὐτοῖς, ῏Ηραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
Verse: 3    
᾽Εξῆλθεν οὖν Πέτρος καὶ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.
Verse: 4    
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
Verse: 5    
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
Verse: 6    
ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,
Verse: 7    
καὶ τὸ σουδάριον, ἦν ἐπὶ τῆς κεϕαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
Verse: 8    
τότε οὖν εἰσῆλθεν καὶ ἄλλος μαθητὴς ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν·
Verse: 9    
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραϕὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
Verse: 10    
ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί.
Verse: 11    
Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον,
Verse: 12    
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεϕαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ᾽Ιησοῦ.
Verse: 13    
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ῏Ηραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
Verse: 14    
ταῦτα εἰποῦσα ἐστράϕη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν ᾽Ιησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι ᾽Ιησοῦς ἐστιν.
Verse: 15    
λέγει αὐτῇ ᾽Ιησοῦς, Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ, Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ.
Verse: 16    
λέγει αὐτῇ ᾽Ιησοῦς, Μαρία. στραϕεῖσα ἐκείνη λέγει αὐτῷ ῾Εβραϊστί, Ραββουνι [ὃ λέγεται Διδάσκαλε].
Verse: 17    
λέγει αὐτῇ ᾽Ιησοῦς, Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελϕούς μου καὶ εἰπὲ αὐτοῖς, ᾽Αναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
Verse: 18    
ἔρχεται Μαρία Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι ῾Εώρακα τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
Verse: 19    
Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν ϕόβον τῶν ᾽Ιουδαίων, ἦλθεν ᾽Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
Verse: 20    
καὶ τοῦτο εἰπὼν ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
Verse: 21    
εἶπεν οὖν αὐτοῖς πάλιν, Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με πατήρ, κἀγὼ πέμπω ὑμᾶς.
Verse: 22    
καὶ τοῦτο εἰπὼν ἐνεϕύσησεν καὶ λέγει αὐτοῖς, Λάβετε πνεῦμα ἅγιον·
Verse: 23    
ἄν τινων ἀϕῆτε τὰς ἁμαρτίας ἀϕέωνται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται.
Verse: 24    
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ᾽Ιησοῦς.
Verse: 25    
ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί, ῾Εωράκαμεν τὸν κύριον. δὲ εἶπεν αὐτοῖς, ᾽Εὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
Verse: 26    
Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. ἔρχεται ᾽Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.
Verse: 27    
εἶτα λέγει τῷ Θωμᾷ, Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ ϕέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
Verse: 28    
ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ, ῾Ο κύριός μου καὶ θεός μου.
Verse: 29    
λέγει αὐτῷ ᾽Ιησοῦς, ῞Οτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
Verse: 30    
Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ᾽Ιησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ], οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
Verse: 31    
ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾽Ιησοῦς ἐστιν Χριστὸς υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.