TITUS
Novum Testamentum graece
Part No. 87
Previous part

Chapter: 19 
Verse: 1    Τότε οὖν ἔλαβεν Πιλᾶτος τὸν ᾽Ιησοῦν καὶ ἐμαστίγωσεν.
Verse: 2    
καὶ οἱ στρατιῶται πλέξαντες στέϕανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεϕαλῇ, καὶ ἱμάτιον πορϕυροῦν περιέβαλον αὐτόν,
Verse: 3    
καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, Χαῖρε, βασιλεὺς τῶν ᾽Ιουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
Verse: 4    
Καὶ ἐξῆλθεν πάλιν ἔξω Πιλᾶτος καὶ λέγει αὐτοῖς, ῎Ιδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ.
Verse: 5    
ἐξῆλθεν οὖν ᾽Ιησοῦς ἔξω, ϕορῶν τὸν ἀκάνθινον στέϕανον καὶ τὸ πορϕυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς, ᾽Ιδοὺ ἄνθρωπος.
Verse: 6    
ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες, Σταύρωσον σταύρωσον. λέγει αὐτοῖς Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Verse: 7    
ἀπεκρίθησαν αὐτῷ οἱ ᾽Ιουδαῖοι, ῾Ημεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀϕείλει ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.
Verse: 8    
῞Οτε οὖν ἤκουσεν Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐϕοβήθη,
Verse: 9    
καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾽Ιησοῦ, Πόθεν εἶ σύ; δὲ ᾽Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
Verse: 10    
λέγει οὖν αὐτῷ Πιλᾶτος, ᾽Εμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;
Verse: 11    
ἀπεκρίθη αὐτῷ ᾽Ιησοῦς, Οὐκ εἶχες ἐξουσίαν κατ' ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.
Verse: 12    
ἐκ τούτου Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ ᾽Ιουδαῖοι ἐκραύγαζον λέγοντες, ᾽Εὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ ϕίλος τοῦ Καίσαρος· πᾶς βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.
Verse: 13    
῾Ο οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν ᾽Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, ῾Εβραϊστὶ δὲ Γαββαθα.
Verse: 14    
ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς ᾽Ιουδαίοις, ῎Ιδε βασιλεὺς ὑμῶν.
Verse: 15    
ἐκραύγασαν οὖν ἐκεῖνοι, ῏Αρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς Πιλᾶτος, Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.
Verse: 16    
τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.
   
/ Παρέλαβον οὖν τὸν ᾽Ιησοῦν·
Verse: 17    
καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον, λέγεται ῾Εβραϊστὶ Γολγοθᾶ,
Verse: 18    
ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ' αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ᾽Ιησοῦν.
Verse: 19    
ἔγραψεν δὲ καὶ τίτλον Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον, ᾽Ιησοῦς Ναζωραῖος βασιλεὺς τῶν ᾽Ιουδαίων.
Verse: 20    
τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν ᾽Ιουδαίων, ὅτι ἐγγὺς ἦν τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ᾽Ιησοῦς· καὶ ἦν γεγραμμένον ῾Εβραϊστί, ῾Ρωμαϊστί, ῾Ελληνιστί.
Verse: 21    
ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν ᾽Ιουδαίων, Μὴ γράϕε, ῾Ο βασιλεὺς τῶν ᾽Ιουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπεν, Βασιλεύς εἰμι τῶν ᾽Ιουδαίων.
Verse: 22    
ἀπεκρίθη Πιλᾶτος, ῝Ο γέγραϕα, γέγραϕα.
Verse: 23    
Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ᾽Ιησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ χιτὼν ἄραϕος, ἐκ τῶν ἄνωθεν ὑϕαντὸς δι' ὅλου.
Verse: 24    
εἶπαν οὖν πρὸς ἀλλήλους, Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα γραϕὴ πληρωθῇ λέγουσα, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
Verse: 25    
εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ᾽Ιησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελϕὴ τῆς μητρὸς αὐτοῦ, Μαρία τοῦ Κλωπᾶ καὶ Μαρία Μαγδαληνή.
Verse: 26    
᾽Ιησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, Γύναι, ἴδε υἱός σου.
Verse: 27    
εἶτα λέγει τῷ μαθητῇ, ῎Ιδε μήτηρ σου. καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν μαθητὴς εἰς τὰ ἴδια.
Verse: 28    
Μετὰ τοῦτο εἰδὼς ᾽Ιησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ γραϕή, λέγει, Διψῶ.
Verse: 29    
σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι.
Verse: 30    
ὅτε οὖν ἔλαβεν τὸ ὄξος [ὁ] ᾽Ιησοῦς εἶπεν, Τετέλεσται· καὶ κλίνας τὴν κεϕαλὴν παρέδωκεν τὸ πνεῦμα.
Verse: 31    
Οἱ οὖν ᾽Ιουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου, ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν.
Verse: 32    
ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
Verse: 33    
ἐπὶ δὲ τὸν ᾽Ιησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη,
Verse: 34    
ἀλλ' εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
Verse: 35    
καὶ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.
Verse: 36    
ἐγένετο γὰρ ταῦτα ἵνα γραϕὴ πληρωθῇ, ᾽Οστοῦν οὐ συντριβήσεται αὐτοῦ.
Verse: 37    
καὶ πάλιν ἑτέρα γραϕὴ λέγει, ῎Οψονται εἰς ὃν ἐξεκέντησαν.
Verse: 38    
Μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν Πιλᾶτον ᾽Ιωσὴϕ ἀπὸ ῾Αριμαθαίας, ὢν μαθητὴς τοῦ ᾽Ιησοῦ κεκρυμμένος δὲ διὰ τὸν ϕόβον τῶν ᾽Ιουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ᾽Ιησοῦ· καὶ ἐπέτρεψεν Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ.
Verse: 39    
ἦλθεν δὲ καὶ Νικόδημος, ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, ϕέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν.
Verse: 40    
ἔλαβον οὖν τὸ σῶμα τοῦ ᾽Ιησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς ᾽Ιουδαίοις ἐνταϕιάζειν.
Verse: 41    
ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν ἐν οὐδέπω οὐδεὶς ἦν τεθειμένος·
Verse: 42    
ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν ᾽Ιουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ᾽Ιησοῦν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.