TITUS
Novum Testamentum graece
Part No. 86
Previous part

Chapter: 18 
Verse: 1    Ταῦτα εἰπὼν ᾽Ιησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
Verse: 2    
ᾔδει δὲ καὶ ᾽Ιούδας παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη ᾽Ιησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
Verse: 3    
οὖν ᾽Ιούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [ἐκ] τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ ϕανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Verse: 4    
᾽Ιησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ' αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς, Τίνα ζητεῖτε;
Verse: 5    
ἀπεκρίθησαν αὐτῷ, ᾽Ιησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς, ᾽Εγώ εἰμι. εἱστήκει δὲ καὶ ᾽Ιούδας παραδιδοὺς αὐτὸν μετ' αὐτῶν.
Verse: 6    
ὡς οὖν εἶπεν αὐτοῖς, ᾽Εγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
Verse: 7    
πάλιν οὖν ἐπηρώτησεν αὐτούς, Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν, ᾽Ιησοῦν τὸν Ναζωραῖον.
Verse: 8    
ἀπεκρίθη ᾽Ιησοῦς, Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄϕετε τούτους ὑπάγειν·
Verse: 9    
ἵνα πληρωθῇ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
Verse: 10    
Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Verse: 11    
εἶπεν οὖν ᾽Ιησοῦς τῷ Πέτρῳ, Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον δέδωκέν μοι πατὴρ οὐ μὴ πίω αὐτό;
Verse: 12    
῾Η οὖν σπεῖρα καὶ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν ᾽Ιουδαίων συνέλαβον τὸν ᾽Ιησοῦν καὶ ἔδησαν αὐτὸν
Verse: 13    
καὶ ἤγαγον πρὸς ῞Ανναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάϕα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου·
Verse: 14    
ἦν δὲ Καϊάϕας συμβουλεύσας τοῖς ᾽Ιουδαίοις ὅτι συμϕέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
Verse: 15    
᾽Ηκολούθει δὲ τῷ ᾽Ιησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ ᾽Ιησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως,
Verse: 16    
δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν μαθητὴς ἄλλος γνωστὸς τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
Verse: 17    
λέγει οὖν τῷ Πέτρῳ παιδίσκη θυρωρός, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος, Οὐκ εἰμί.
Verse: 18    
εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ Πέτρος μετ' αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
Verse: 19    
῾Ο οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ᾽Ιησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
Verse: 20    
ἀπεκρίθη αὐτῷ ᾽Ιησοῦς, ᾽Εγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ ᾽Ιουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Verse: 21    
τί με ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν εἶπον ἐγώ.
Verse: 22    
ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ᾽Ιησοῦ εἰπών, Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
Verse: 23    
ἀπεκρίθη αὐτῷ ᾽Ιησοῦς, Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
Verse: 24    
ἀπέστειλεν οὖν αὐτὸν ῞Αννας δεδεμένον πρὸς Καϊάϕαν τὸν ἀρχιερέα.
Verse: 25    
῏Ην δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, Οὐκ εἰμί.
Verse: 26    
λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ' αὐτοῦ;
Verse: 27    
πάλιν οὖν ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐϕώνησεν.
Verse: 28    
῎Αγουσιν οὖν τὸν ᾽Ιησοῦν ἀπὸ τοῦ Καϊάϕα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωί· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ ϕάγωσιν τὸ πάσχα.
Verse: 29    
ἐξῆλθεν οὖν Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ ϕησίν, Τίνα κατηγορίαν ϕέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
Verse: 30    
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
Verse: 31    
εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον [οὖν] αὐτῷ οἱ ᾽Ιουδαῖοι, ῾Ημῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Verse: 32    
ἵνα λόγος τοῦ ᾽Ιησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
Verse: 33    
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον Πιλᾶτος καὶ ἐϕώνησεν τὸν ᾽Ιησοῦν καὶ εἶπεν αὐτῷ, Σὺ εἶ βασιλεὺς τῶν ᾽Ιουδαίων;
Verse: 34    
ἀπεκρίθη ᾽Ιησοῦς, ᾽Απὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
Verse: 35    
ἀπεκρίθη Πιλᾶτος, Μήτι ἐγὼ ᾽Ιουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
Verse: 36    
ἀπεκρίθη ᾽Ιησοῦς, ῾Η βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν βασιλεία ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο [ἄν], ἵνα μὴ παραδοθῶ τοῖς ᾽Ιουδαίοις· νῦν δὲ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Verse: 37    
εἶπεν οὖν αὐτῷ Πιλᾶτος, Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ᾽Ιησοῦς, Σὺ λέγεις ὅτι βασιλεύς εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς ϕωνῆς.
Verse: 38    
λέγει αὐτῷ Πιλᾶτος, Τί ἐστιν ἀλήθεια;
   
/ Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς ᾽Ιουδαίους, καὶ λέγει αὐτοῖς, ᾽Εγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Verse: 39    
ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν ᾽Ιουδαίων;
Verse: 40    
ἐκραύγασαν οὖν πάλιν λέγοντες, Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ Βαραββᾶς λῃστής.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.