TITUS
Novum Testamentum graece
Part No. 89
Previous part

Chapter: 21 
Verse: 1    Μετὰ ταῦτα ἐϕανέρωσεν ἑαυτὸν πάλιν ᾽Ιησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐϕανέρωσεν δὲ οὕτως.
Verse: 2    
ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
Verse: 3    
λέγει αὐτοῖς Σίμων Πέτρος, ῾Υπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ, ᾽Ερχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
Verse: 4    
πρωίας δὲ ἤδη γενομένης ἔστη ᾽Ιησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ᾽Ιησοῦς ἐστιν.
Verse: 5    
λέγει οὖν αὐτοῖς [ὁ] ᾽Ιησοῦς, Παιδία, μή τι προσϕάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ, Οὔ.
Verse: 6    
δὲ εἶπεν αὐτοῖς, Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
Verse: 7    
λέγει οὖν μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ᾽Ιησοῦς τῷ Πέτρῳ, ῾Ο κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν·
Verse: 8    
οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
Verse: 9    
ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον.
Verse: 10    
λέγει αὐτοῖς ᾽Ιησοῦς, ᾽Ενέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.
Verse: 11    
ἀνέβη οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον.
Verse: 12    
λέγει αὐτοῖς ᾽Ιησοῦς, Δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, Σὺ τίς εἶ; εἰδότες ὅτι κύριός ἐστιν.
Verse: 13    
ἔρχεται ᾽Ιησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
Verse: 14    
τοῦτο ἤδη τρίτον ἐϕανερώθη ᾽Ιησοῦς τοῖς μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.
Verse: 15    
῞Οτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ᾽Ιησοῦς, Σίμων ᾽Ιωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου.
Verse: 16    
λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων ᾽Ιωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ, Ναί, κύριε, σὺ οἶδας ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου.
Verse: 17    
λέγει αὐτῷ τὸ τρίτον, Σίμων ᾽Ιωάννου, ϕιλεῖς με; ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, Φιλεῖς με; καὶ λέγει αὐτῷ, Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι ϕιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ πρόβατά μου.
Verse: 18    
ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις.
Verse: 19    
τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ, ᾽Ακολούθει μοι.
Verse: 20    
᾽Επιστραϕεὶς Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ᾽Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, Κύριε, τίς ἐστιν παραδιδούς σε;
Verse: 21    
τοῦτον οὖν ἰδὼν Πέτρος λέγει τῷ ᾽Ιησοῦ, Κύριε, οὗτος δὲ τί;
Verse: 22    
λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Εὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ μοι ἀκολούθει.
Verse: 23    
ἐξῆλθεν οὖν οὗτος λόγος εἰς τοὺς ἀδελϕοὺς ὅτι μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. οὐκ εἶπεν δὲ αὐτῷ ᾽Ιησοῦς ὅτι οὐκ ἀποθνῄσκει, ἀλλ', ᾽Εὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι[, τί πρὸς σέ];
Verse: 24    
Οὗτός ἐστιν μαθητὴς μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ μαρτυρία ἐστίν.
Verse: 25    
῎Εστιν δὲ καὶ ἄλλα πολλὰ ἐποίησεν ᾽Ιησοῦς, ἅτινα ἐὰν γράϕηται καθ' ἕν, οὐδ' αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραϕόμενα βιβλία.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.