TITUS
Novum Testamentum graece
Part No. 247
Previous part

Chapter: 7 
Verse: 1    Μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ πᾶν δένδρον.
Verse: 2    
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σϕραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν ϕωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
Verse: 3    
λέγων, Μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι σϕραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
Verse: 4    
καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσϕραγισμένων, ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσϕραγισμένοι ἐκ πάσης ϕυλῆς υἱῶν ᾽Ισραήλ·
Verse: 5    
ἐκ ϕυλῆς ᾽Ιούδα δώδεκα χιλιάδες ἐσϕραγισμένοι, ἐκ ϕυλῆς ῾Ρουβὴν δώδεκα χιλιάδες, ἐκ ϕυλῆς Γὰδ δώδεκα χιλιάδες,
Verse: 6    
ἐκ ϕυλῆς ᾽Ασὴρ δώδεκα χιλιάδες, ἐκ ϕυλῆς Νεϕθαλὶμ δώδεκα χιλιάδες, ἐκ ϕυλῆς Μανασσῆ δώδεκα χιλιάδες,
Verse: 7    
ἐκ ϕυλῆς Συμεὼν δώδεκα χιλιάδες, ἐκ ϕυλῆς Λευὶ δώδεκα χιλιάδες, ἐκ ϕυλῆς ᾽Ισσαχὰρ δώδεκα χιλιάδες,
Verse: 8    
ἐκ ϕυλῆς Ζαβουλὼν δώδεκα χιλιάδες, ἐκ ϕυλῆς ᾽Ιωσὴϕ δώδεκα χιλιάδες, ἐκ ϕυλῆς Βενιαμεὶν δώδεκα χιλιάδες ἐσϕραγισμένοι.
Verse: 9    
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ ϕυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ ϕοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
Verse: 10    
καὶ κράζουσιν ϕωνῇ μεγάλῃ λέγοντες, ῾Η σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
Verse: 11    
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ,
Verse: 12    
λέγοντες, ᾽Αμήν· εὐλογία καὶ δόξα καὶ σοϕία καὶ εὐχαριστία καὶ τιμὴ καὶ δύναμις καὶ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Verse: 13    
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
Verse: 14    
καὶ εἴρηκα αὐτῷ, Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
Verse: 15    
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ' αὐτούς.
Verse: 16    
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδὲ μὴ πέσῃ ἐπ' αὐτοὺς ἥλιος οὐδὲ πᾶν καῦμα,
Verse: 17    
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀϕθαλμῶν αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.