TITUS
Novum Testamentum graece
Part No. 246
Previous part

Chapter: 6 
Verse: 1    Καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σϕραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς ϕωνῇ βροντῆς, ῎Ερχου.
Verse: 2    
καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ καθήμενος ἐπ' αὐτὸν ἔχων τόξον, καὶ ἐδόθη αὐτῷ στέϕανος, καὶ ἐξῆλθεν νικῶν καὶ ἵνα νικήσῃ.
Verse: 3    
Καὶ ὅτε ἤνοιξεν τὴν σϕραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, ῎Ερχου.
Verse: 4    
καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ' αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σϕάξουσιν, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
Verse: 5    
Καὶ ὅτε ἤνοιξεν τὴν σϕραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, ῎Ερχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ καθήμενος ἐπ' αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 6    
καὶ ἤκουσα ὡς ϕωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
Verse: 7    
Καὶ ὅτε ἤνοιξεν τὴν σϕραγῖδα τὴν τετάρτην, ἤκουσα ϕωνὴν τοῦ τετάρτου ζῴου λέγοντος, ῎Ερχου.
Verse: 8    
καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ καθήμενος ἐπάνω [αὐτοῦ] ὄνομα αὐτῷ [ὁ] Θάνατος, καὶ ᾅδης ἠκολούθει μετ' αὐτοῦ· καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομϕαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
Verse: 9    
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σϕραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσϕαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον.
Verse: 10    
καὶ ἔκραξαν ϕωνῇ μεγάλῃ λέγοντες, ῞Εως πότε, δεσπότης ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
Verse: 11    
καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσονται ἔτι χρόνον μικρόν, ἕως πληρωθῶσιν καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελϕοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
Verse: 12    
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σϕραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
Verse: 13    
καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλει τοὺς ὀλύνθους αὐτῆς ὑπὸ ἀνέμου μεγάλου σειομένη,
Verse: 14    
καὶ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
Verse: 15    
καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων·
Verse: 16    
καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις, Πέσετε ἐϕ' ἡμᾶσκαὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
Verse: 17    
ὅτι ἦλθεν ἡμέρα μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.