TITUS
Novum Testamentum graece
Part No. 234
Previous part

Chapter: 2 
Verse: 1    Τεκνία μου, ταῦτα γράϕω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, ᾽Ιησοῦν Χριστὸν δίκαιον·
Verse: 2    
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
Verse: 3    
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
Verse: 4    
λέγων ὅτι ῎Εγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἀλήθεια οὐκ ἔστιν·
Verse: 5    
ὃς δ' ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
Verse: 6    
λέγων ἐν αὐτῷ μένειν ὀϕείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς περιπατεῖν.
Verse: 7    
᾽Αγαπητοί, οὐκ ἐντολὴν καινὴν γράϕω ὑμῖν, ἀλλ' ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ' ἀρχῆς· ἐντολὴ παλαιά ἐστιν λόγος ὃν ἠκούσατε.
Verse: 8    
πάλιν ἐντολὴν καινὴν γράϕω ὑμῖν, ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι σκοτία παράγεται καὶ τὸ ϕῶς τὸ ἀληθινὸν ἤδη ϕαίνει.
Verse: 9    
λέγων ἐν τῷ ϕωτὶ εἶναι καὶ τὸν ἀδελϕὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
Verse: 10    
ἀγαπῶν τὸν ἀδελϕὸν αὐτοῦ ἐν τῷ ϕωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν·
Verse: 11    
δὲ μισῶν τὸν ἀδελϕὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι σκοτία ἐτύϕλωσεν τοὺς ὀϕθαλμοὺς αὐτοῦ.
Verse: 12    
Γράϕω ὑμῖν, τεκνία, ὅτι ἀϕέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
Verse: 13    
γράϕω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. γράϕω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν.
Verse: 14    
ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
Verse: 15    
Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
Verse: 16    
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀϕθαλμῶν καὶ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν.
Verse: 17    
καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ, δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
Verse: 18    
Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
Verse: 19    
ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν· ἀλλ' ἵνα ϕανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
Verse: 20    
καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντες.
Verse: 21    
οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ' ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
Verse: 22    
Τίς ἐστιν ψεύστης εἰ μὴ ἀρνούμενος ὅτι ᾽Ιησοῦς οὐκ ἔστιν Χριστός; οὗτός ἐστιν ἀντίχριστος, ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
Verse: 23    
πᾶς ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει.
Verse: 24    
ὑμεῖς ἠκούσατε ἀπ' ἀρχῆς ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ἀπ' ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.
Verse: 25    
καὶ αὕτη ἐστὶν ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
Verse: 26    
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
Verse: 27    
καὶ ὑμεῖς τὸ χρῖσμα ἐλάβετε ἀπ' αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ' ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.
Verse: 28    
Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν ϕανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ' αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
Verse: 29    
ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.