TITUS
Novum Testamentum graece
Part No. 233
Previous part

Book: 1.Jo. 
ΙΩΑΝΝΟΥ Α

Epistola catholica beati Ioannis apostoli prima




Chapter: 1 
Verse: 1    ῝Ο ἦν ἀπ' ἀρχῆς, ἀκηκόαμεν, ἑωράκαμεν τοῖς ὀϕθαλμοῖς ἡμῶν, ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάϕησαν, περὶ τοῦ λόγου τῆς ζωῆς
Verse: 2    
καὶ ζωὴ ἐϕανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐϕανερώθη ἡμῖν
Verse: 3    
ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν. καὶ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ ᾽Ιησοῦ Χριστοῦ.
Verse: 4    
καὶ ταῦτα γράϕομεν ἡμεῖς ἵνα χαρὰ ἡμῶν πεπληρωμένη.
Verse: 5    
Καὶ ἔστιν αὕτη ἀγγελία ἣν ἀκηκόαμεν ἀπ' αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι θεὸς ϕῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
Verse: 6    
᾽Εὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·
Verse: 7    
ἐὰν δὲ ἐν τῷ ϕωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ ϕωτί, κοινωνίαν ἔχομεν μετ' ἀλλήλων καὶ τὸ αἷμα ᾽Ιησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
Verse: 8    
ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.
Verse: 9    
ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀϕῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
Verse: 10    
ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.