TITUS
Novum Testamentum graece
Part No. 192
Previous part

Chapter: 3 
Verse: 1    Τὸ λοιπὸν προσεύχεσθε, ἀδελϕοί, περὶ ἡμῶν, ἵνα λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς,
Verse: 2    
καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων πίστις.
Verse: 3    
πιστὸς δέ ἐστιν κύριος, ὃς στηρίξει ὑμᾶς καὶ ϕυλάξει ἀπὸ τοῦ πονηροῦ.
Verse: 4    
πεποίθαμεν δὲ ἐν κυρίῳ ἐϕ' ὑμᾶς, ὅτι παραγγέλλομεν [καὶ] ποιεῖτε καὶ ποιήσετε.
Verse: 5    
῾Ο δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.
Verse: 6    
Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελϕοί, ἐν ὀνόματι τοῦ κυρίου ᾽Ιησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελϕοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβοσαν παρ' ἡμῶν.
Verse: 7    
αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν
Verse: 8    
οὐδὲ δωρεὰν ἄρτον ἐϕάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·
Verse: 9    
οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.
Verse: 10    
καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.
Verse: 11    
ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους·
Verse: 12    
τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ ᾽Ιησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.
Verse: 13    
῾Υμεῖς δέ, ἀδελϕοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.
Verse: 14    
εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ·
Verse: 15    
καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελϕόν.
Verse: 16    
Αὐτὸς δὲ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. κύριος μετὰ πάντων ὑμῶν.
Verse: 17    
῾Ο ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράϕω.
Verse: 18    
χάρις τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.