TITUS
Novum Testamentum graece
Part No. 191
Previous part

Chapter: 2 
Verse: 1    ᾽Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελϕοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν,
Verse: 2    
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡμέρα τοῦ κυρίου.
Verse: 3    
μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἀποστασία πρῶτον καὶ ἀποκαλυϕθῇ ἄνθρωπος τῆς ἀνομίας, υἱὸς τῆς ἀπωλείας,
Verse: 4    
ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάνταλεγόμενον θεὸν σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός.
Verse: 5    
Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
Verse: 6    
καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυϕθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.
Verse: 7    
τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
Verse: 8    
καὶ τότε ἀποκαλυϕθήσεται ἄνομος, ὃν κύριος [᾽Ιησοῦς] ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦκαὶ καταργήσει τῇ ἐπιϕανείᾳ τῆς παρουσίας αὐτοῦ,
Verse: 9    
οὗ ἐστιν παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
Verse: 10    
καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς.
Verse: 11    
καὶ διὰ τοῦτο πέμπει αὐτοῖς θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
Verse: 12    
ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
Verse: 13    
῾Ημεῖς δὲ ὀϕείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελϕοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
Verse: 14    
εἰς ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.
Verse: 15    
ἄρα οὖν, ἀδελϕοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν.
Verse: 16    
Αὐτὸς δὲ κύριος ἡμῶν ᾽Ιησοῦς Χριστὸς καὶ [ὁ] θεὸς πατὴρ ἡμῶν, ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
Verse: 17    
παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.