TITUS
Novum Testamentum graece
Part No. 167
Previous part

Chapter: 3 
Verse: 1    ῏Ω ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀϕθαλμοὺς ᾽Ιησοῦς Χριστὸς προεγράϕη ἐσταυρωμένος;
Verse: 2    
τοῦτο μόνον θέλω μαθεῖν ἀϕ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἐξ ἀκοῆς πίστεως;
Verse: 3    
οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;
Verse: 4    
τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.
Verse: 5    
οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν ἐξ ἔργων νόμου ἐξ ἀκοῆς πίστεως;
Verse: 6    
καθὼς ᾽Αβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Verse: 7    
Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν ᾽Αβραάμ.
Verse: 8    
προϊδοῦσα δὲ γραϕὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη θεὸς προευηγγελίσατο τῷ ᾽Αβραὰμ ὅτι ᾽Ενευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.
Verse: 9    
ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ ᾽Αβραάμ.
Verse: 10    
ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι ᾽Επικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.
Verse: 11    
ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ῾Ο δίκαιος ἐκ πίστεως ζήσεται·
Verse: 12    
δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ' ῾Ο ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.
Verse: 13    
Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, ᾽Επικατάρατος πᾶς κρεμάμενος ἐπὶ ξύλου,
Verse: 14    
ἵνα εἰς τὰ ἔθνη εὐλογία τοῦ ᾽Αβραὰμ γένηται ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.
Verse: 15    
᾽Αδελϕοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἐπιδιατάσσεται.
Verse: 16    
τῷ δὲ ᾽Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει, Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐϕ' ἑνός, Καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός.
Verse: 17    
τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
Verse: 18    
εἰ γὰρ ἐκ νόμου κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ ᾽Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται θεός.
Verse: 19    
Τί οὖν νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου.
Verse: 20    
δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, δὲ θεὸς εἷς ἐστιν.
Verse: 21    
῾Ο οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν δικαιοσύνη.
Verse: 22    
ἀλλὰ συνέκλεισεν γραϕὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἐπαγγελία ἐκ πίστεως ᾽Ιησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.
Verse: 23    
Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐϕρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυϕθῆναι.
Verse: 24    
ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·
Verse: 25    
ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.
Verse: 26    
Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 27    
ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε·
Verse: 28    
οὐκ ἔνι ᾽Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 29    
εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾽Αβραὰμ σπέρμα ἐστέ, κατ' ἐπαγγελίαν κληρονόμοι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.