TITUS
Novum Testamentum graece
Part No. 166
Previous part

Chapter: 2 
Verse: 1    ῎Επειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς ῾Ιεροσόλυμα μετὰ Βαρναβᾶ, συμπαραλαβὼν καὶ Τίτον·
Verse: 2    
ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἔδραμον.
Verse: 3    
ἀλλ' οὐδὲ Τίτος σὺν ἐμοί, ῞Ελλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·
Verse: 4    
διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλϕους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ ᾽Ιησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν·
Verse: 5    
οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.
Verse: 6    
ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαϕέρει· πρόσωπον [ὁ] θεὸς ἀνθρώπου οὐ λαμβάνει ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,
Verse: 7    
ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,
Verse: 8    
γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,
Verse: 9    
καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, ᾽Ιάκωβος καὶ Κηϕᾶς καὶ ᾽Ιωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·
Verse: 10    
μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.
Verse: 11    
῞Οτε δὲ ἦλθεν Κηϕᾶς εἰς ᾽Αντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν.
Verse: 12    
πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ ᾽Ιακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀϕώριζεν ἑαυτόν, ϕοβούμενος τοὺς ἐκ περιτομῆς.
Verse: 13    
καὶ συνυπεκρίθησαν αὐτῷ [καὶ] οἱ λοιποὶ ᾽Ιουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.
Verse: 14    
ἀλλ' ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηϕᾷ ἔμπροσθεν πάντων, Εἰ σὺ ᾽Ιουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐχὶ ᾽Ιουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις ᾽Ιουδαίζειν;
Verse: 15    
῾Ημεῖς ϕύσει ᾽Ιουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,
Verse: 16    
εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσασάρξ.
Verse: 17    
εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο.
Verse: 18    
εἰ γὰρ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω.
Verse: 19    
ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι·
Verse: 20    
ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.
Verse: 21    
οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.