TITUS
Novum Testamentum graece
Part No. 113
Previous part

Chapter: 22 
Verse: 1    ῎Ανδρες ἀδελϕοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νυνὶ ἀπολογίας
Verse: 2    
ἀκούσαντες δὲ ὅτι τῇ ῾Εβραίδι διαλέκτῳ προσεϕώνει αὐτοῖς μᾶλλον παρέσχον ἡσυχίαν. καὶ ϕησίν
Verse: 3    
᾽Εγώ εἰμι ἀνὴρ ᾽Ιουδαῖος, γεγεννημένος ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ, παρὰ τοὺς πόδας Γαμαλιὴλ πεπαιδευμένος κατὰ ἀκρίβειαν τοῦ πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ θεοῦ καθὼς πάντες ὑμεῖς ἐστε σήμερον·
Verse: 4    
ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἄχρι θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς ϕυλακὰς ἄνδρας τε καὶ γυναῖκας,
Verse: 5    
ὡς καὶ ἀρχιερεὺς μαρτυρεῖ μοι καὶ πᾶν τὸ πρεσβυτέριον· παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελϕοὺς εἰς Δαμασκὸν ἐπορευόμην ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς ᾽Ιερουσαλὴμ ἵνα τιμωρηθῶσιν.
Verse: 6    
᾽Εγένετο δέ μοι πορευομένῳ καὶ ἐγγίζοντι τῇ Δαμασκῷ περὶ μεσημβρίαν ἐξαίϕνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι ϕῶς ἱκανὸν περὶ ἐμέ,
Verse: 7    
ἔπεσά τε εἰς τὸ ἔδαϕος καὶ ἤκουσα ϕωνῆς λεγούσης μοι, Σαοὺλ Σαούλ, τί με διώκεις;
Verse: 8    
ἐγὼ δὲ ἀπεκρίθην, Τίς εἶ, κύριε; εἶπέν τε πρός με, ᾽Εγώ εἰμι ᾽Ιησοῦς Ναζωραῖος ὃν σὺ διώκεις.
Verse: 9    
οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν ϕῶς ἐθεάσαντο τὴν δὲ ϕωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός μοι.
Verse: 10    
εἶπον δέ, Τί ποιήσω, κύριε; δὲ κύριος εἶπεν πρός με, ᾽Αναστὰς πορεύου εἰς Δαμασκόν, κἀκεῖ σοι λαληθήσεται περὶ πάντων ὧν τέτακταί σοι ποιῆσαι.
Verse: 11    
ὡς δὲ οὐκ ἐνέβλεπον ἀπὸ τῆς δόξης τοῦ ϕωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι ἦλθον εἰς Δαμασκόν.
Verse: 12    
῾Ανανίας δέ τις, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν κατοικούντων ᾽Ιουδαίων,
Verse: 13    
ἐλθὼν πρός με καὶ ἐπιστὰς εἶπέν μοι, Σαοὺλ ἀδελϕέ, ἀνάβλεψον· κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα εἰς αὐτόν.
Verse: 14    
δὲ εἶπεν, ῾Ο θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι τὸ θέλημα αὐτοῦ καὶ ἰδεῖν τὸν δίκαιον καὶ ἀκοῦσαι ϕωνὴν ἐκ τοῦ στόματος αὐτοῦ,
Verse: 15    
ὅτι ἔσῃ μάρτυς αὐτῷ πρὸς πάντας ἀνθρώπους ὧν ἑώρακας καὶ ἤκουσας.
Verse: 16    
καὶ νῦν τί μέλλεις; ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.
Verse: 17    
᾽Εγένετο δέ μοι ὑποστρέψαντι εἰς ᾽Ιερουσαλὴμ καὶ προσευχομένου μου ἐν τῷ ἱερῷ γενέσθαι με ἐν ἐκστάσει
Verse: 18    
καὶ ἰδεῖν αὐτὸν λέγοντά μοι, Σπεῦσον καὶ ἔξελθε ἐν τάχει ἐξ ᾽Ιερουσαλήμ, διότι οὐ παραδέξονταί σου μαρτυρίαν περὶ ἐμοῦ.
Verse: 19    
κἀγὼ εἶπον, Κύριε, αὐτοὶ ἐπίστανται ὅτι ἐγὼ ἤμην ϕυλακίζων καὶ δέρων κατὰ τὰς συναγωγὰς τοὺς πιστεύοντας ἐπὶ σέ·
Verse: 20    
καὶ ὅτε ἐξεχύννετο τὸ αἷμα Στεϕάνου τοῦ μάρτυρός σου, καὶ αὐτὸς ἤμην ἐϕεστὼς καὶ συνευδοκῶν καὶ ϕυλάσσων τὰ ἱμάτια τῶν ἀναιρούντων αὐτόν.
Verse: 21    
καὶ εἶπεν πρός με, Πορεύου, ὅτι ἐγὼ εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε.
Verse: 22    
῎Ηκουον δὲ αὐτοῦ ἄχρι τούτου τοῦ λόγου καὶ ἐπῆραν τὴν ϕωνὴν αὐτῶν λέγοντες, Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, οὐ γὰρ καθῆκεν αὐτὸν ζῆν.
Verse: 23    
κραυγαζόντων τε αὐτῶν καὶ ῥιπτούντων τὰ ἱμάτια καὶ κονιορτὸν βαλλόντων εἰς τὸν ἀέρα,
Verse: 24    
ἐκέλευσεν χιλίαρχος εἰσάγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν, εἴπας μάστιξιν ἀνετάζεσθαι αὐτὸν ἵνα ἐπιγνῷ δι' ἣν αἰτίαν οὕτως ἐπεϕώνουν αὐτῷ.
Verse: 25    
ὡς δὲ προέτειναν αὐτὸν τοῖς ἱμᾶσιν εἶπεν πρὸς τὸν ἑστῶτα ἑκατόνταρχον Παῦλος, Εἰ ἄνθρωπον ῾Ρωμαῖον καὶ ἀκατάκριτον ἔξεστιν ὑμῖν μαστίζειν;
Verse: 26    
ἀκούσας δὲ ἑκατοντάρχης προσελθὼν τῷ χιλιάρχῳ ἀπήγγειλεν λέγων, Τί μέλλεις ποιεῖν; γὰρ ἄνθρωπος οὗτος ῾Ρωμαῖός ἐστιν.
Verse: 27    
προσελθὼν δὲ χιλίαρχος εἶπεν αὐτῷ, Λέγε μοι, σὺ ῾Ρωμαῖος εἶ; δὲ ἔϕη, Ναί.
Verse: 28    
ἀπεκρίθη δὲ χιλίαρχος, ᾽Εγὼ πολλοῦ κεϕαλαίου τὴν πολιτείαν ταύτην ἐκτησάμην. δὲ Παῦλος ἔϕη, ᾽Εγὼ δὲ καὶ γεγέννημαι.
Verse: 29    
εὐθέως οὖν ἀπέστησαν ἀπ' αὐτοῦ οἱ μέλλοντες αὐτὸν ἀνετάζειν· καὶ χιλίαρχος δὲ ἐϕοβήθη ἐπιγνοὺς ὅτι ῾Ρωμαῖός ἐστιν καὶ ὅτι αὐτὸν ἦν δεδεκώς.
Verse: 30    
Τῇ δὲ ἐπαύριον βουλόμενος γνῶναι τὸ ἀσϕαλὲς τὸ τί κατηγορεῖται ὑπὸ τῶν ᾽Ιουδαίων ἔλυσεν αὐτόν, καὶ ἐκέλευσεν συνελθεῖν τοὺς ἀρχιερεῖς καὶ πᾶν τὸ συνέδριον, καὶ καταγαγὼν τὸν Παῦλον ἔστησεν εἰς αὐτούς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.