TITUS
Novum Testamentum graece
Part No. 72
Previous part

Chapter: 4 
Verse: 1    ῾Ως οὖν ἔγνω ᾽Ιησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι ᾽Ιησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ᾽Ιωάννης
Verse: 2    
καίτοι γε ᾽Ιησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ' οἱ μαθηταὶ αὐτοῦ
Verse: 3    
ἀϕῆκεν τὴν ᾽Ιουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
Verse: 4    
ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
Verse: 5    
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ἔδωκεν ᾽Ιακὼβ [τῷ] ᾽Ιωσὴϕ τῷ υἱῷ αὐτοῦ·
Verse: 6    
ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾽Ιακώβ. οὖν ᾽Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη.
Verse: 7    
῎Ερχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ᾽Ιησοῦς, Δός μοι πεῖν·
Verse: 8    
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροϕὰς ἀγοράσωσιν.
Verse: 9    
λέγει οὖν αὐτῷ γυνὴ Σαμαρῖτις, Πῶς σὺ ᾽Ιουδαῖος ὢν παρ' ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης; [οὐ γὰρ συγχρῶνται ᾽Ιουδαῖοι Σαμαρίταις.]
Verse: 10    
ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν λέγων σοι, Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
Verse: 11    
λέγει αὐτῷ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ ϕρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
Verse: 12    
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾽Ιακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ ϕρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
Verse: 13    
ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
Verse: 14    
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Verse: 15    
λέγει πρὸς αὐτὸν γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν.
Verse: 16    
Λέγει αὐτῇ, ῞Υπαγε ϕώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
Verse: 17    
ἀπεκρίθη γυνὴ καὶ εἶπεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ᾽Ιησοῦς, Καλῶς εἶπες ὅτι ῎Ανδρα οὐκ ἔχω·
Verse: 18    
πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
Verse: 19    
λέγει αὐτῷ γυνή, Κύριε, θεωρῶ ὅτι προϕήτης εἶ σύ.
Verse: 20    
οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν τόπος ὅπου προσκυνεῖν δεῖ.
Verse: 21    
λέγει αὐτῇ ᾽Ιησοῦς, Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ῾Ιεροσολύμοις προσκυνήσετε τῷ πατρί.
Verse: 22    
ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν οἴδαμεν, ὅτι σωτηρία ἐκ τῶν ᾽Ιουδαίων ἐστίν.
Verse: 23    
ἀλλὰ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
Verse: 24    
πνεῦμα θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Verse: 25    
λέγει αὐτῷ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται, λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
Verse: 26    
λέγει αὐτῇ ᾽Ιησοῦς, ᾽Εγώ εἰμι, λαλῶν σοι.
Verse: 27    
Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς; , Τί λαλεῖς μετ' αὐτῆς;
Verse: 28    
ἀϕῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν καὶ λέγει τοῖς ἀνθρώποις,
Verse: 29    
Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν Χριστός;
Verse: 30    
ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν.
Verse: 31    
᾽Εν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, ῾Ραββί, ϕάγε.
Verse: 32    
δὲ εἶπεν αὐτοῖς, ᾽Εγὼ βρῶσιν ἔχω ϕαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
Verse: 33    
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ ϕαγεῖν;
Verse: 34    
λέγει αὐτοῖς ᾽Ιησοῦς, ᾽Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
Verse: 35    
οὐχ ὑμεῖς λέγετε ὅτι ῎Ετι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀϕθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη
Verse: 36    
θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων.
Verse: 37    
ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινὸς ὅτι ῎Αλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων.
Verse: 38    
ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
Verse: 39    
᾽Εκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ὅσα ἐποίησα.
Verse: 40    
ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
Verse: 41    
καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
Verse: 42    
τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς σωτὴρ τοῦ κόσμου.
Verse: 43    
Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν·
Verse: 44    
αὐτὸς γὰρ ᾽Ιησοῦς ἐμαρτύρησεν ὅτι προϕήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
Verse: 45    
ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν ῾Ιεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
Verse: 46    
῏Ηλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ υἱὸς ἠσθένει ἐν Καϕαρναούμ·
Verse: 47    
οὗτος ἀκούσας ὅτι ᾽Ιησοῦς ἥκει ἐκ τῆς ᾽Ιουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
Verse: 48    
εἶπεν οὖν ᾽Ιησοῦς πρὸς αὐτόν, ᾽Εὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
Verse: 49    
λέγει πρὸς αὐτὸν βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
Verse: 50    
λέγει αὐτῷ ᾽Ιησοῦς, Πορεύου· υἱός σου ζῇ. ἐπίστευσεν ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ᾽Ιησοῦς καὶ ἐπορεύετο.
Verse: 51    
ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ λέγοντες ὅτι παῖς αὐτοῦ ζῇ.
Verse: 52    
ἐπύθετο οὖν τὴν ὥραν παρ' αὐτῶν ἐν κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι ᾽Εχθὲς ὥραν ἑβδόμην ἀϕῆκεν αὐτὸν πυρετός.
Verse: 53    
ἔγνω οὖν πατὴρ ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν εἶπεν αὐτῷ ᾽Ιησοῦς, ῾Ο υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη.
Verse: 54    
Τοῦτο [δὲ] πάλιν δεύτερον σημεῖον ἐποίησεν ᾽Ιησοῦς ἐλθὼν ἐκ τῆς ᾽Ιουδαίας εἰς τὴν Γαλιλαίαν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.