TITUS
Novum Testamentum graece
Part No. 71
Previous part

Chapter: 3 
Verse: 1    ῏Ην δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν ᾽Ιουδαίων·
Verse: 2    
οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς καὶ εἶπεν αὐτῷ, ῾Ραββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν σὺ ποιεῖς, ἐὰν μὴ θεὸς μετ' αὐτοῦ.
Verse: 3    
ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.
Verse: 4    
λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος, Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;
Verse: 5    
ἀπεκρίθη ᾽Ιησοῦς, ᾽Αμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Verse: 6    
τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.
Verse: 7    
μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, Δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.
Verse: 8    
τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν ϕωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς γεγεννημένος ἐκ τοῦ πνεύματος.
Verse: 9    
ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ, Πῶς δύναται ταῦτα γενέσθαι;
Verse: 10    
ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Σὺ εἶ διδάσκαλος τοῦ ᾽Ισραὴλ καὶ ταῦτα οὐ γινώσκεις;
Verse: 11    
ἀμὴν ἀμὴν λέγω σοι ὅτι οἴδαμεν λαλοῦμεν καὶ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.
Verse: 12    
εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;
Verse: 13    
καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ἐκ τοῦ οὐρανοῦ καταβάς, υἱὸς τοῦ ἀνθρώπου.
Verse: 14    
καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄϕιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,
Verse: 15    
ἵνα πᾶς πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.
Verse: 16    
Οὕτως γὰρ ἠγάπησεν θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.
Verse: 17    
οὐ γὰρ ἀπέστειλεν θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ κόσμος δι' αὐτοῦ.
Verse: 18    
πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· [δὲ] μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.
Verse: 19    
αὕτη δέ ἐστιν κρίσις, ὅτι τὸ ϕῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος τὸ ϕῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.
Verse: 20    
πᾶς γὰρ ϕαῦλα πράσσων μισεῖ τὸ ϕῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ ϕῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·
Verse: 21    
δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ ϕῶς, ἵνα ϕανερωθῇ αὐτοῦ τὰ ἔργα ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.
Verse: 22    
Μετὰ ταῦτα ἦλθεν ᾽Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν ᾽Ιουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐτῶν καὶ ἐβάπτιζεν.
Verse: 23    
ἦν δὲ καὶ ᾽Ιωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·
Verse: 24    
οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν ϕυλακὴν ᾽Ιωάννης.
Verse: 25    
᾽Εγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾽Ιωάννου μετὰ ᾽Ιουδαίου περὶ καθαρισμοῦ.
Verse: 26    
καὶ ἦλθον πρὸς τὸν ᾽Ιωάννην καὶ εἶπαν αὐτῷ, ῾Ραββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾽Ιορδάνου, σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
Verse: 27    
ἀπεκρίθη ᾽Ιωάννης καὶ εἶπεν, Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.
Verse: 28    
αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰμὶ ἐγὼ Χριστός, ἀλλ' ὅτι ᾽Απεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.
Verse: 29    
ἔχων τὴν νύμϕην νυμϕίος ἐστίν· δὲ ϕίλος τοῦ νυμϕίου, ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν ϕωνὴν τοῦ νυμϕίου. αὕτη οὖν χαρὰ ἐμὴ πεπλήρωται.
Verse: 30    
ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.
Verse: 31    
῾Ο ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος [ἐπάνω πάντων ἐστίν·]
Verse: 32    
ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.
Verse: 33    
λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσϕράγισεν ὅτι θεὸς ἀληθής ἐστιν.
Verse: 34    
ὃν γὰρ ἀπέστειλεν θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα.
Verse: 35    
πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 36    
πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ' ὀργὴ τοῦ θεοῦ μένει ἐπ' αὐτόν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.