TITUS
Novum Testamentum graece
Part No. 262
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἔδειξέν μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
Verse: 2    
ἐν μέσῳτῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆσποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ ϕύλλατοῦ ξύλου εἰς θεραπείαντῶν ἐθνῶν.
Verse: 3    
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι. καὶ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ,
Verse: 4    
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
Verse: 5    
καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐκ ἔχουσιν χρείαν ϕωτὸς λύχνου καὶ ϕῶς ἡλίου, ὅτι κύριος θεὸς ϕωτίσει ἐπ' αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Verse: 6    
Καὶ εἶπέν μοι, Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ κύριος, θεὸς τῶν πνευμάτων τῶν προϕητῶν, ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ δεῖ γενέσθαι ἐν τάχει.
Verse: 7    
καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος τηρῶν τοὺς λόγους τῆς προϕητείας τοῦ βιβλίου τούτου.
Verse: 8    
Κἀγὼ ᾽Ιωάννης ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
Verse: 9    
καὶ λέγει μοι, ῞Ορα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελϕῶν σου τῶν προϕητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
Verse: 10    
καὶ λέγει μοι, Μὴ σϕραγίσῃς τοὺς λόγους τῆς προϕητείας τοῦ βιβλίου τούτου, καιρὸς γὰρ ἐγγύς ἐστιν.
Verse: 11    
ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ῥυπαρὸς ῥυπανθήτω ἔτι, καὶ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ἅγιος ἁγιασθήτω ἔτι.
Verse: 12    
᾽Ιδοὺ ἔρχομαι ταχύ, καὶ μισθός μου μετ' ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
Verse: 13    
ἐγὼ τὸ ῎Αλϕα καὶ τὸ ῏Ω, πρῶτος καὶ ἔσχατος, ἀρχὴ καὶ τὸ τέλος.
Verse: 14    
Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν, ἵνα ἔσται ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
Verse: 15    
ἔξω οἱ κύνες καὶ οἱ ϕάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ ϕονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ϕιλῶν καὶ ποιῶν ψεῦδος.
Verse: 16    
᾽Εγὼ ᾽Ιησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ῥίζα καὶ τὸ γένος Δαυίδ, ἀστὴρ λαμπρὸς πρωϊνός.
Verse: 17    
Καὶ τὸ πνεῦμα καὶ νύμϕη λέγουσιν, ῎Ερχου. καὶ ἀκούων εἰπάτω, ῎Ερχου. καὶ διψῶν ἐρχέσθω, θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
Verse: 18    
Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προϕητείας τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇ ἐπ' αὐτά, ἐπιθήσει ἐπ' αὐτὸν θεὸς τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
Verse: 19    
καὶ ἐάν τις ἀϕέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προϕητείας ταύτης, ἀϕελεῖ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
Verse: 20    
Λέγει μαρτυρῶν ταῦτα, Ναί, ἔρχομαι ταχύ. ᾽Αμήν, ἔρχου, κύριε ᾽Ιησοῦ.
Verse: 21    
῾Η χάρις τοῦ κυρίου ᾽Ιησοῦ μετὰ πάντων.



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.