TITUS
Novum Testamentum graece
Part No. 258
Previous part

Chapter: 18 
Verse: 1    Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην, καὶ γῆ ἐϕωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
Verse: 2    
καὶ ἔκραξεν ἐν ἰσχυρᾷ ϕωνῇ λέγων, ῎Επεσεν, ἔπεσεν Βαβυλὼν μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ ϕυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ ϕυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου καὶ μεμισημένου,
Verse: 3    
ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη, καὶ οἱ βασιλεῖς τῆς γῆς μετ' αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
Verse: 4    
Καὶ ἤκουσα ἄλλην ϕωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, ᾽Εξέλθατε, λαός μου, ἐξ αὐτῆς, ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε·
Verse: 5    
ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ, καὶ ἐμνημόνευσεν θεὸς τὰ ἀδικήματα αὐτῆς.
Verse: 6    
ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν, καὶ διπλώσατε [τὰ] διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ ποτηρίῳ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν·
Verse: 7    
ὅσα ἐδόξασεν αὑτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι Κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμί, καὶ πένθος οὐ μὴ ἴδω·
Verse: 8    
διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται· ὅτι ἰσχυρὸς κύριος θεὸς κρίνας αὐτήν.
Verse: 9    
Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ' αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ' αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
Verse: 10    
ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν ϕόβον τοῦ βασανισμοῦ αὐτῆς, λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, Βαβυλὼν πόλις ἰσχυρά, ὅτι μιᾷ ὥρᾳ ἦλθεν κρίσις σου.
Verse: 11    
Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ' αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι,
Verse: 12    
γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορϕύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεϕάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
Verse: 13    
καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
Verse: 14    
καὶ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ, καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ, καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
Verse: 15    
οἱ ἔμποροι τούτων, οἱ πλουτήσαντες ἀπ' αὐτῆς, ἀπὸ μακρόθεν στήσονται διὰ τὸν ϕόβον τοῦ βασανισμοῦ αὐτῆς, κλαίοντες καὶ πενθοῦντες,
Verse: 16    
λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, περιβεβλημένη βύσσινον καὶ πορϕυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
Verse: 17    
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη τοσοῦτος πλοῦτος. Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται ἀπὸ μακρόθεν ἔστησαν
Verse: 18    
καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες, Τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
Verse: 19    
καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεϕαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες, λέγοντες, Οὐαὶ οὐαί, πόλις μεγάλη, ἐν ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς, ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
Verse: 20    
Εὐϕραίνου ἐπ' αὐτῇ, οὐρανέ, καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προϕῆται, ὅτι ἔκρινεν θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
Verse: 21    
Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων, Οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν μεγάλη πόλις, καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
Verse: 22    
καὶ ϕωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι, καὶ πᾶς τεχνίτης πάσης τέχνης οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι, καὶ ϕωνὴ μύλου οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
Verse: 23    
καὶ ϕῶς λύχνου οὐ μὴ ϕάνῃ ἐν σοὶ ἔτι, καὶ ϕωνὴ νυμϕίου καὶ νύμϕης οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι· ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς, ὅτι ἐν τῇ ϕαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
Verse: 24    
καὶ ἐν αὐτῇ αἷμα προϕητῶν καὶ ἁγίων εὑρέθη καὶ πάντων τῶν ἐσϕαγμένων ἐπὶ τῆς γῆς.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.