TITUS
Novum Testamentum graece
Part No. 231
Previous part

Chapter: 2 
Verse: 1    ᾽Εγένοντο δὲ καὶ ψευδοπροϕῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν.
Verse: 2    
καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι' οὓς ὁδὸς τῆς ἀληθείας βλασϕημηθήσεται·
Verse: 3    
καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται· οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
Verse: 4    
Εἰ γὰρ θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐϕείσατο, ἀλλὰ σιραῖς ζόϕου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους,
Verse: 5    
καὶ ἀρχαίου κόσμου οὐκ ἐϕείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐϕύλαξεν, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας,
Verse: 6    
καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεϕρώσας κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβέσιν τεθεικώς,
Verse: 7    
καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροϕῆς ἐρρύσατο·
Verse: 8    
βλέμματι γὰρ καὶ ἀκοῇ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν·
Verse: 9    
οἶδεν κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν,
Verse: 10    
μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταϕρονοῦντας. Τολμηταί, αὐθάδεις, δόξας οὐ τρέμουσιν βλασϕημοῦντες,
Verse: 11    
ὅπου ἄγγελοι ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες οὐ ϕέρουσιν κατ' αὐτῶν παρὰ κυρίῳ βλάσϕημον κρίσιν.
Verse: 12    
οὗτοι δέ, ὡς ἄλογα ζῷα γεγεννημένα ϕυσικὰ εἰς ἅλωσιν καὶ ϕθοράν, ἐν οἷς ἀγνοοῦσιν βλασϕημοῦντες, ἐν τῇ ϕθορᾷ αὐτῶν καὶ ϕθαρήσονται,
Verse: 13    
ἀδικούμενοι μισθὸν ἀδικίας· ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυϕήν, σπίλοι καὶ μῶμοι ἐντρυϕῶντες ἐν ταῖς ἀπάταις αὐτῶν συνευωχούμενοι ὑμῖν,
Verse: 14    
ὀϕθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα,
Verse: 15    
καταλείποντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν
Verse: 16    
ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄϕωνον ἐν ἀνθρώπου ϕωνῇ ϕθεγξάμενον ἐκώλυσεν τὴν τοῦ προϕήτου παραϕρονίαν.
Verse: 17    
Οὗτοί εἰσιν πηγαὶ ἄνυδροι καὶ ὀμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ζόϕος τοῦ σκότους τετήρηται.
Verse: 18    
ὑπέρογκα γὰρ ματαιότητος ϕθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὀλίγως ἀποϕεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεϕομένους,
Verse: 19    
ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς ϕθορᾶς· γάρ τις ἥττηται, τούτῳ δεδούλωται.
Verse: 20    
εἰ γὰρ ἀποϕυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ κυρίου ἡμῶν καὶ σωτῆρος ᾽Ιησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων.
Verse: 21    
κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.
Verse: 22    
συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ῟Υς λουσαμένη εἰς κυλισμὸν βορβόρου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.