TITUS
Novum Testamentum graece
Part No. 202
Previous part

Chapter: 4 
Verse: 1    Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ ᾽Ιησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιϕάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ·
Verse: 2    
κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
Verse: 3    
ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοήν,
Verse: 4    
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
Verse: 5    
σὺ δὲ νῆϕε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροϕόρησον.
Verse: 6    
᾽Εγὼ γὰρ ἤδη σπένδομαι, καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐϕέστηκεν.
Verse: 7    
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
Verse: 8    
λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέϕανος, ὃν ἀποδώσει μοι κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιϕάνειαν αὐτοῦ.
Verse: 9    
Σπούδασον ἐλθεῖν πρός με ταχέως·
Verse: 10    
Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν·
Verse: 11    
Λουκᾶς ἐστιν μόνος μετ' ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
Verse: 12    
Τυχικὸν δὲ ἀπέστειλα εἰς ῎Εϕεσον.
Verse: 13    
τὸν ϕαιλόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ ἐρχόμενος ϕέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
Verse: 14    
᾽Αλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Verse: 15    
ὃν καὶ σὺ ϕυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
Verse: 16    
᾽Εν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη·
Verse: 17    
δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι' ἐμοῦ τὸ κήρυγμα πληροϕορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
Verse: 18    
ῥύσεταί με κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Verse: 19    
῎Ασπασαι Πρίσκαν καὶ ᾽Ακύλαν καὶ τὸν ᾽Ονησιϕόρου οἶκον.
Verse: 20    
῎Εραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόϕιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
Verse: 21    
Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ᾽Ασπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελϕοὶ πάντες.
Verse: 22    
῾Ο κύριος μετὰ τοῦ πνεύματός σου. χάρις μεθ' ὑμῶν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.