TITUS
Novum Testamentum graece
Part No. 199
Previous part

Book: 2.Tim. 
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

Epistola beati Pauli apostoli ad Timotheum secunda




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ θελήματος θεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ ᾽Ιησοῦ
Verse: 2    
Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν.
Verse: 3    
Χάριν ἔχω τῷ θεῷ, λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας,
Verse: 4    
ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
Verse: 5    
ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
Verse: 6    
δι' ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου·
Verse: 7    
οὐ γὰρ ἔδωκεν ἡμῖν θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωϕρονισμοῦ.
Verse: 8    
μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ,
Verse: 9    
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ ᾽Ιησοῦ πρὸ χρόνων αἰωνίων,
Verse: 10    
ϕανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιϕανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ᾽Ιησοῦ, καταργήσαντος μὲν τὸν θάνατον ϕωτίσαντος δὲ ζωὴν καὶ ἀϕθαρσίαν διὰ τοῦ εὐαγγελίου,
Verse: 11    
εἰς ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος.
Verse: 12    
δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου ϕυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Verse: 13    
ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾽Ιησοῦ·
Verse: 14    
τὴν καλὴν παραθήκην ϕύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
Verse: 15    
Οἶδας τοῦτο, ὅτι ἀπεστράϕησάν με πάντες οἱ ἐν τῇ ᾽Ασίᾳ, ὧν ἐστιν Φύγελος καὶ ῾Ερμογένης.
Verse: 16    
δῴη ἔλεος κύριος τῷ ᾽Ονησιϕόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη,
Verse: 17    
ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν
Verse: 18    
δῴη αὐτῷ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν ᾽Εϕέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.