TITUS
Novum Testamentum graece
Part No. 182
Previous part

Chapter: 2 
Verse: 1    Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
Verse: 2    
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροϕορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, Χριστοῦ,
Verse: 3    
ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοϕίας καὶ γνώσεως ἀπόκρυϕοι.
Verse: 4    
Τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
Verse: 5    
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
Verse: 6    
῾Ως οὖν παρελάβετε τὸν Χριστὸν ᾽Ιησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,
Verse: 7    
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι [ἐν] τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.
Verse: 8    
βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς ϕιλοσοϕίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
Verse: 9    
ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
Verse: 10    
καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεϕαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
Verse: 11    
ἐν καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
Verse: 12    
συνταϕέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν·
Verse: 13    
καὶ ὑμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
Verse: 14    
ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραϕον τοῖς δόγμασιν ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
Verse: 15    
ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
Verse: 16    
Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἐν μέρει ἑορτῆς νεομηνίας σαββάτων,
Verse: 17    
ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.
Verse: 18    
μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοϕροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἑόρακεν ἐμβατεύων, εἰκῇ ϕυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
Verse: 19    
καὶ οὐ κρατῶν τὴν κεϕαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁϕῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
Verse: 20    
Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε,
Verse: 21    
Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς,
Verse: 22    
ἐστιν πάντα εἰς ϕθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων;
Verse: 23    
ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοϕίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοϕροσύνῃ καὶ ἀϕειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.