TITUS
Novum Testamentum graece
Part No. 179
Previous part

Chapter: 3 
Verse: 1    Τὸ λοιπόν, ἀδελϕοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράϕειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσϕαλές.
Verse: 2    
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.
Verse: 3    
ἡμεῖς γάρ ἐσμεν περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ ᾽Ιησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,
Verse: 4    
καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·
Verse: 5    
περιτομῇ ὀκταήμερος, ἐκ γένους ᾽Ισραήλ, ϕυλῆς Βενιαμείν, ῾Εβραῖος ἐξ ῾Εβραίων, κατὰ νόμον Φαρισαῖος,
Verse: 6    
κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.
Verse: 7    
[ἀλλὰ] ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
Verse: 8    
ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω
Verse: 9    
καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
Verse: 10    
τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ κοινωνίαν παθημάτων αὐτοῦ, συμμορϕιζόμενος τῷ θανάτῳ αὐτοῦ,
Verse: 11    
εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν.
Verse: 12    
Οὐχ ὅτι ἤδη ἔλαβον ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐϕ' καὶ κατελήμϕθην ὑπὸ Χριστοῦ [᾽Ιησοῦ].
Verse: 13    
ἀδελϕοί, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληϕέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,
Verse: 14    
κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ ᾽Ιησοῦ.
Verse: 15    
῞Οσοι οὖν τέλειοι, τοῦτο ϕρονῶμεν· καὶ εἴ τι ἑτέρως ϕρονεῖτε, καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει·
Verse: 16    
πλὴν εἰς ἐϕθάσαμεν, τῷ αὐτῷ στοιχεῖν.
Verse: 17    
Συμμιμηταί μου γίνεσθε, ἀδελϕοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς.
Verse: 18    
πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,
Verse: 19    
ὧν τὸ τέλος ἀπώλεια, ὧν θεὸς κοιλία καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια ϕρονοῦντες.
Verse: 20    
ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον ᾽Ιησοῦν Χριστόν,
Verse: 21    
ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορϕον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.