TITUS
Novum Testamentum graece
Part No. 175
Previous part

Chapter: 5 
Verse: 1    γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,
Verse: 2    
καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσϕορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.
Verse: 3    
πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,
Verse: 4    
καὶ αἰσχρότης καὶ μωρολογία εὐτραπελία, οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.
Verse: 5    
τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος ἀκάθαρτος πλεονέκτης, ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.
Verse: 6    
Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
Verse: 7    
μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·
Verse: 8    
ἦτε γάρ ποτε σκότος, νῦν δὲ ϕῶς ἐν κυρίῳ· ὡς τέκνα ϕωτὸς περιπατεῖτε
Verse: 9    
γὰρ καρπὸς τοῦ ϕωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ
Verse: 10    
δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ·
Verse: 11    
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,
Verse: 12    
τὰ γὰρ κρυϕῇ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·
Verse: 13    
τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ ϕωτὸς ϕανεροῦται,
Verse: 14    
πᾶν γὰρ τὸ ϕανερούμενον ϕῶς ἐστιν. διὸ λέγει, ῎Εγειρε, καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιϕαύσει σοι Χριστός.
Verse: 15    
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοϕοι ἀλλ' ὡς σοϕοί,
Verse: 16    
ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.
Verse: 17    
διὰ τοῦτο μὴ γίνεσθε ἄϕρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ κυρίου.
Verse: 18    
καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,
Verse: 19    
λαλοῦντες ἑαυτοῖς [ἐν] ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,
Verse: 20    
εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,
Verse: 21    
ὑποτασσόμενοι ἀλλήλοις ἐν ϕόβῳ Χριστοῦ.
Verse: 22    
Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,
Verse: 23    
ὅτι ἀνήρ ἐστιν κεϕαλὴ τῆς γυναικὸς ὡς καὶ Χριστὸς κεϕαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος.
Verse: 24    
ἀλλὰ ὡς ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.
Verse: 25    
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,
Verse: 26    
ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,
Verse: 27    
ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ῥυτίδα τι τῶν τοιούτων, ἀλλ' ἵνα ἁγία καὶ ἄμωμος.
Verse: 28    
οὕτως ὀϕείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,
Verse: 29    
οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέϕει καὶ θάλπει αὐτήν, καθὼς καὶ Χριστὸς τὴν ἐκκλησίαν,
Verse: 30    
ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.
Verse: 31    
ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Verse: 32    
τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.
Verse: 33    
πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, δὲ γυνὴ ἵνα ϕοβῆται τὸν ἄνδρα.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.