TITUS
Novum Testamentum graece
Part No. 162
Previous part

Chapter: 11 
Verse: 1    ῎Οϕελον ἀνείχεσθέ μου μικρόν τι ἀϕροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
Verse: 2    
ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
Verse: 3    
ϕοβοῦμαι δὲ μή πως, ὡς ὄϕις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, ϕθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος [καὶ τῆς ἁγνότητος] τῆς εἰς τὸν Χριστόν.
Verse: 4    
εἰ μὲν γὰρ ἐρχόμενος ἄλλον ᾽Ιησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, πνεῦμα ἕτερον λαμβάνετε οὐκ ἐλάβετε, εὐαγγέλιον ἕτερον οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
Verse: 5    
λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·
Verse: 6    
εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει, ἀλλ' ἐν παντὶ ϕανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
Verse: 7    
῍Η ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
Verse: 8    
ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν,
Verse: 9    
καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός· τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελϕοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
Verse: 10    
ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι καύχησις αὕτη οὐ ϕραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς ᾽Αχαίας.
Verse: 11    
διὰ τί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; θεὸς οἶδεν.
Verse: 12    
῝Ο δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀϕορμὴν τῶν θελόντων ἀϕορμήν, ἵνα ἐν καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
Verse: 13    
οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
Verse: 14    
καὶ οὐ θαῦμα, αὐτὸς γὰρ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον ϕωτός·
Verse: 15    
οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
Verse: 16    
Πάλιν λέγω, μή τίς με δόξῃ ἄϕρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄϕρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
Verse: 17    
λαλῶ οὐ κατὰ κύριον λαλῶ, ἀλλ' ὡς ἐν ἀϕροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
Verse: 18    
ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
Verse: 19    
ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀϕρόνων ϕρόνιμοι ὄντες·
Verse: 20    
ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
Verse: 21    
κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν· ἐν δ' ἄν τις τολμᾷ, ἐν ἀϕροσύνῃ λέγω, τολμῶ κἀγώ.
Verse: 22    
῾Εβραῖοί εἰσιν; κἀγώ. ᾽Ισραηλῖταί εἰσιν; κἀγώ. σπέρμα ᾽Αβραάμ εἰσιν; κἀγώ.
Verse: 23    
διάκονοι Χριστοῦ εἰσιν; παραϕρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν ϕυλακαῖς περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις·
Verse: 24    
ὑπὸ ᾽Ιουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον,
Verse: 25    
τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
Verse: 26    
ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλϕοις,
Verse: 27    
κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
Verse: 28    
χωρὶς τῶν παρεκτὸς ἐπίστασίς μοι καθ' ἡμέραν, μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
Verse: 29    
τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Verse: 30    
Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
Verse: 31    
θεὸς καὶ πατὴρ τοῦ κυρίου ᾽Ιησοῦ οἶδεν, ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
Verse: 32    
ἐν Δαμασκῷ ἐθνάρχης ῾Αρέτα τοῦ βασιλέως ἐϕρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με,
Verse: 33    
καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέϕυγον τὰς χεῖρας αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.