TITUS
Novum Testamentum graece
Part No. 155
Previous part

Chapter: 4 
Verse: 1    Διὰ τοῦτο, ἔχοντες τὴν διακονίαν ταύτην, καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν,
Verse: 2    
ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης, μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ ϕανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
Verse: 3    
εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον,
Verse: 4    
ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύϕλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν ϕωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.
Verse: 5    
οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ ᾽Ιησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ ᾽Ιησοῦν.
Verse: 6    
ὅτι θεὸς εἰπών, ᾽Εκ σκότους ϕῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς ϕωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.
Verse: 7    
῎Εχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν·
Verse: 8    
ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι,
Verse: 9    
διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι,
Verse: 10    
πάντοτε τὴν νέκρωσιν τοῦ ᾽Ιησοῦ ἐν τῷ σώματι περιϕέροντες, ἵνα καὶ ζωὴ τοῦ ᾽Ιησοῦ ἐν τῷ σώματι ἡμῶν ϕανερωθῇ.
Verse: 11    
ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ ᾽Ιησοῦν, ἵνα καὶ ζωὴ τοῦ ᾽Ιησοῦ ϕανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
Verse: 12    
ὥστε θάνατος ἐν ἡμῖν ἐνεργεῖται, δὲ ζωὴ ἐν ὑμῖν.
Verse: 13    
ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον, ᾽Επίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
Verse: 14    
εἰδότες ὅτι ἐγείρας τὸν κύριον ᾽Ιησοῦν καὶ ἡμᾶς σὺν ᾽Ιησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
Verse: 15    
τὰ γὰρ πάντα δι' ὑμᾶς, ἵνα χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
Verse: 16    
Διὸ οὐκ ἐγκακοῦμεν, ἀλλ' εἰ καὶ ἔξω ἡμῶν ἄνθρωπος διαϕθείρεται, ἀλλ' ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
Verse: 17    
τὸ γὰρ παραυτίκα ἐλαϕρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
Verse: 18    
μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.