TITUS
Novum Testamentum graece
Part No. 150
Previous part

Chapter: 15 
Verse: 1    Γνωρίζω δὲ ὑμῖν, ἀδελϕοί, τὸ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν, καὶ παρελάβετε, ἐν καὶ ἑστήκατε,
Verse: 2    
δι' οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
Verse: 3    
παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραϕάς,
Verse: 4    
καὶ ὅτι ἐτάϕη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραϕάς,
Verse: 5    
καὶ ὅτι ὤϕθη Κηϕᾷ, εἶτα τοῖς δώδεκα·
Verse: 6    
ἔπειτα ὤϕθη ἐπάνω πεντακοσίοις ἀδελϕοῖς ἐϕάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·
Verse: 7    
ἔπειτα ὤϕθη ᾽Ιακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
Verse: 8    
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤϕθη κἀμοί.
Verse: 9    
᾽Εγὼ γάρ εἰμι ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
Verse: 10    
χάριτι δὲ θεοῦ εἰμι εἰμι, καὶ χάρις αὐτοῦ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ χάρις τοῦ θεοῦ [ἡ] σὺν ἐμοί.
Verse: 11    
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Verse: 12    
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
Verse: 13    
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
Verse: 14    
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα [καὶ] τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ πίστις ὑμῶν,
Verse: 15    
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
Verse: 16    
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
Verse: 17    
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
Verse: 18    
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
Verse: 19    
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
Verse: 20    
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
Verse: 21    
ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν·
Verse: 22    
ὥσπερ γὰρ ἐν τῷ ᾽Αδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
Verse: 23    
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
Verse: 24    
εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
Verse: 25    
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
Verse: 26    
ἔσχατος ἐχθρὸς καταργεῖται θάνατος·
Verse: 27    
πάνταγὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
Verse: 28    
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε [καὶ] αὐτὸς υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα θεὸς [τὰ] πάντα ἐν πᾶσιν.
Verse: 29    
᾽Επεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
Verse: 30    
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
Verse: 31    
καθ' ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν, [ἀδελϕοί,] ἣν ἔχω ἐν Χριστῷ ᾽Ιησοῦ τῷ κυρίῳ ἡμῶν.
Verse: 32    
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν ᾽Εϕέσῳ, τί μοι τὸ ὄϕελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
Verse: 33    
μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
Verse: 34    
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
Verse: 35    
᾽Αλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
Verse: 36    
ἄϕρων, σὺ σπείρεις οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
Verse: 37    
καὶ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου τινος τῶν λοιπῶν·
Verse: 38    
δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
Verse: 39    
οὐ πᾶσα σὰρξ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
Verse: 40    
καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ τῶν ἐπιγείων.
Verse: 41    
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαϕέρει ἐν δόξῃ.
Verse: 42    
Οὕτως καὶ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν ϕθορᾷ, ἐγείρεται ἐν ἀϕθαρσίᾳ·
Verse: 43    
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
Verse: 44    
σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
Verse: 45    
οὕτως καὶ γέγραπται, ᾽Εγένετο πρῶτος ἄνθρωπος ᾽Αδὰμ εἰς ψυχὴν ζῶσαν· ἔσχατος ᾽Αδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
Verse: 46    
ἀλλ' οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
Verse: 47    
πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
Verse: 48    
οἷος χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
Verse: 49    
καὶ καθὼς ἐϕορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, ϕορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
Verse: 50    
Τοῦτο δέ ϕημι, ἀδελϕοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ϕθορὰ τὴν ἀϕθαρσίαν κληρονομεῖ.
Verse: 51    
ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
Verse: 52    
ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀϕθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄϕθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
Verse: 53    
δεῖ γὰρ τὸ ϕθαρτὸν τοῦτο ἐνδύσασθαι ἀϕθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
Verse: 54    
ὅταν δὲ τὸ ϕθαρτὸν τοῦτο ἐνδύσηται ἀϕθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται λόγος γεγραμμένος, Κατεπόθη θάνατος εἰς νῖκος.
Verse: 55    
ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;
Verse: 56    
τὸ δὲ κέντρον τοῦ θανάτου ἁμαρτία, δὲ δύναμις τῆς ἁμαρτίας νόμος·
Verse: 57    
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ.
Verse: 58    
῞Ωστε, ἀδελϕοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.