TITUS
Novum Testamentum graece
Part No. 146
Previous part

Chapter: 11 
Verse: 1    μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. /
Verse: 2    
᾽Επαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
Verse: 3    
θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεϕαλὴ Χριστός ἐστιν, κεϕαλὴ δὲ γυναικὸς ἀνήρ, κεϕαλὴ δὲ τοῦ Χριστοῦ θεός.
Verse: 4    
πᾶς ἀνὴρ προσευχόμενος προϕητεύων κατὰ κεϕαλῆς ἔχων καταισχύνει τὴν κεϕαλὴν αὐτοῦ·
Verse: 5    
πᾶσα δὲ γυνὴ προσευχομένη προϕητεύουσα ἀκατακαλύπτῳ τῇ κεϕαλῇ καταισχύνει τὴν κεϕαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
Verse: 6    
εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ξυρᾶσθαι, κατακαλυπτέσθω.
Verse: 7    
ἀνὴρ μὲν γὰρ οὐκ ὀϕείλει κατακαλύπτεσθαι τὴν κεϕαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
Verse: 8    
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
Verse: 9    
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
Verse: 10    
διὰ τοῦτο ὀϕείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεϕαλῆς διὰ τοὺς ἀγγέλους.
Verse: 11    
πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ·
Verse: 12    
ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
Verse: 13    
ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
Verse: 14    
οὐδὲ ϕύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν,
Verse: 15    
γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι κόμη ἀντὶ περιβολαίου δέδοται [αὐτῇ].
Verse: 16    
Εἰ δέ τις δοκεῖ ϕιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
Verse: 17    
Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
Verse: 18    
πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
Verse: 19    
δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα [καὶ] οἱ δόκιμοι ϕανεροὶ γένωνται ἐν ὑμῖν.
Verse: 20    
Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον ϕαγεῖν,
Verse: 21    
ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ ϕαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
Verse: 22    
μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; τῆς ἐκκλησίας τοῦ θεοῦ καταϕρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
Verse: 23    
᾽Εγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, καὶ παρέδωκα ὑμῖν, ὅτι κύριος ᾽Ιησοῦς ἐν τῇ νυκτὶ παρεδίδετο ἔλαβεν ἄρτον
Verse: 24    
καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Verse: 25    
ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Verse: 26    
ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρις οὗ ἔλθῃ.
Verse: 27    
῞Ωστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
Verse: 28    
δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
Verse: 29    
γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα.
Verse: 30    
διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
Verse: 31    
εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
Verse: 32    
κρινόμενοι δὲ ὑπὸ [τοῦ] κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
Verse: 33    
ὥστε, ἀδελϕοί μου, συνερχόμενοι εἰς τὸ ϕαγεῖν ἀλλήλους ἐκδέχεσθε.
Verse: 34    
εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.