TITUS
Novum Testamentum graece
Part No. 139
Previous part

Chapter: 4 
Verse: 1    Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ.
Verse: 2    
ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.
Verse: 3    
ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑϕ' ὑμῶν ἀνακριθῶ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω·
Verse: 4    
οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, δὲ ἀνακρίνων με κύριός ἐστιν.
Verse: 5    
ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ κύριος, ὃς καὶ ϕωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ ϕανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.
Verse: 6    
Ταῦτα δέ, ἀδελϕοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ ᾽Απολλῶν δι' ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ Μὴ ὑπὲρ γέγραπται, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς ϕυσιοῦσθε κατὰ τοῦ ἑτέρου.
Verse: 7    
τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
Verse: 8    
ἤδη κεκορεσμένοι ἐστέ· ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄϕελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.
Verse: 9    
δοκῶ γάρ, θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.
Verse: 10    
ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ ϕρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.
Verse: 11    
ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαϕιζόμεθα καὶ ἀστατοῦμεν
Verse: 12    
καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,
Verse: 13    
δυσϕημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι.
Verse: 14    
Οὐκ ἐντρέπων ὑμᾶς γράϕω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν·
Verse: 15    
ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ ᾽Ιησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.
Verse: 16    
παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Verse: 17    
διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ [᾽Ιησοῦ], καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
Verse: 18    
ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐϕυσιώθησάν τινες·
Verse: 19    
ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεϕυσιωμένων ἀλλὰ τὴν δύναμιν,
Verse: 20    
οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει.
Verse: 21    
τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἐν ἀγάπῃ πνεύματί τε πραύτητος;

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.