TITUS
Novum Testamentum graece
Part No. 135
Previous part

Chapter: 16 
Verse: 1    Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελϕὴν ἡμῶν, οὖσαν [καὶ] διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
Verse: 2    
ἵνα προσδέξησθε αὐτὴν ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
Verse: 3    
᾽Ασπάσασθε Πρίσκαν καὶ ᾽Ακύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ ᾽Ιησοῦ,
Verse: 4    
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
Verse: 5    
καὶ τὴν κατ' οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε ᾽Επαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ᾽Ασίας εἰς Χριστόν.
Verse: 6    
ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς.
Verse: 7    
ἀσπάσασθε ᾽Ανδρόνικον καὶ ᾽Ιουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
Verse: 8    
ἀσπάσασθε ᾽Αμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
Verse: 9    
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
Verse: 10    
ἀσπάσασθε ᾽Απελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν ᾽Αριστοβούλου.
Verse: 11    
ἀσπάσασθε ῾Ηρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
Verse: 12    
ἀσπάσασθε Τρύϕαιναν καὶ Τρυϕῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
Verse: 13    
ἀσπάσασθε ῾Ροῦϕον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
Verse: 14    
ἀσπάσασθε ᾽Ασύγκριτον, Φλέγοντα, ῾Ερμῆν, Πατροβᾶν, ῾Ερμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελϕούς.
Verse: 15    
ἀσπάσασθε Φιλόλογον καὶ ᾽Ιουλίαν, Νηρέα καὶ τὴν ἀδελϕὴν αὐτοῦ, καὶ ᾽Ολυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
Verse: 16    
᾽Ασπάσασθε ἀλλήλους ἐν ϕιλήματι ἁγίῳ. ᾽Ασπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.
Verse: 17    
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελϕοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ' αὐτῶν·
Verse: 18    
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων.
Verse: 19    
γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀϕίκετο· ἐϕ' ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοϕοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
Verse: 20    
δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. χάρις τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ μεθ' ὑμῶν.
Verse: 21    
᾽Ασπάζεται ὑμᾶς Τιμόθεος συνεργός μου, καὶ Λούκιος καὶ ᾽Ιάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
Verse: 22    
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
Verse: 23    
ἀσπάζεται ὑμᾶς Γάϊος ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς ῎Εραστος οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ἀδελϕός.
Verse: 24    
( χαρις του κυριου ημων Ιησου Χριστου μετα παντων υμων· αμην*)
Verse: 25    
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ᾽Ιησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου
Verse: 26    
ϕανερωθέντος δὲ νῦν διά τε γραϕῶν προϕητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος,
Verse: 27    
μόνῳ σοϕῷ θεῷ διὰ ᾽Ιησοῦ Χριστοῦ [ᾧ] δόξα εἰς τοὺς αἰῶνας ἀμήν.






Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.