TITUS
Novum Testamentum graece
Part No. 123
Previous part

Chapter: 4 
Verse: 1    Τί οὖν ἐροῦμεν εὑρηκέναι ᾽Αβραὰμ τὸν προπάτορα ἡμῶν κατὰ σάρκα;
Verse: 2    
εἰ γὰρ ᾽Αβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ' οὐ πρὸς θεόν.
Verse: 3    
τί γὰρ γραϕὴ λέγει; ᾽Επίστευσεν δὲ ᾽Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Verse: 4    
τῷ δὲ ἐργαζομένῳ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀϕείλημα·
Verse: 5    
τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται πίστις αὐτοῦ εἰς δικαιοσύνην,
Verse: 6    
καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων,
Verse: 7    
Μακάριοι ὧν ἀϕέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύϕθησαν αἱ ἁμαρτίαι·
Verse: 8    
μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.
Verse: 9    
μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν γάρ, ᾽Ελογίσθη τῷ ᾽Αβραὰμ πίστις εἰς δικαιοσύνην.
Verse: 10    
πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλ' ἐν ἀκροβυστίᾳ·
Verse: 11    
καὶ σημεῖον ἔλαβεν περιτομῆς, σϕραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς [τὴν] δικαιοσύνην,
Verse: 12    
καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πατρὸς ἡμῶν ᾽Αβραάμ.
Verse: 13    
Οὐ γὰρ διὰ νόμου ἐπαγγελία τῷ ᾽Αβραὰμ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως·
Verse: 14    
εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται πίστις καὶ κατήργηται ἐπαγγελία·
Verse: 15    
γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
Verse: 16    
διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως ᾽Αβραάμ [ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
Verse: 17    
καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε] κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
Verse: 18    
ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶνκατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου·
Verse: 19    
καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησεν τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας,
Verse: 20    
εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ
Verse: 21    
καὶ πληροϕορηθεὶς ὅτι ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.
Verse: 22    
διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Verse: 23    
Οὐκ ἐγράϕη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
Verse: 24    
ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα ᾽Ιησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
Verse: 25    
ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.