TITUS
Novum Testamentum graece
Part No. 102
Previous part

Chapter: 11 
Verse: 1    ῎Ηκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελϕοὶ οἱ ὄντες κατὰ τὴν ᾽Ιουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ θεοῦ.
Verse: 2    
ὅτε δὲ ἀνέβη Πέτρος εἰς ᾽Ιερουσαλήμ, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς
Verse: 3    
λέγοντες ὅτι Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέϕαγες αὐτοῖς.
Verse: 4    
ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων,
Verse: 5    
᾽Εγὼ ἤμην ἐν πόλει ᾽Ιόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρι ἐμοῦ·
Verse: 6    
εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
Verse: 7    
ἤκουσα δὲ καὶ ϕωνῆς λεγούσης μοι, ᾽Αναστάς, Πέτρε, θῦσον καὶ ϕάγε.
Verse: 8    
εἶπον δέ, Μηδαμῶς, κύριε, ὅτι κοινὸν ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.
Verse: 9    
ἀπεκρίθη δὲ ϕωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ, ῝Α θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.
Verse: 10    
τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνεσπάσθη πάλιν ἅπαντα εἰς τὸν οὐρανόν.
Verse: 11    
καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με.
Verse: 12    
εἶπεν δὲ τὸ πνεῦμά μοι συνελθεῖν αὐτοῖς μηδὲν διακρίναντα. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελϕοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός.
Verse: 13    
ἀπήγγειλεν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα, ᾽Απόστειλον εἰς ᾽Ιόππην καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον,
Verse: 14    
ὃς λαλήσει ῥήματα πρὸς σὲ ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς οἶκός σου.
Verse: 15    
ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς ὥσπερ καὶ ἐϕ' ἡμᾶς ἐν ἀρχῇ.
Verse: 16    
ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ κυρίου ὡς ἔλεγεν, ᾽Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.
Verse: 17    
εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν κύριον ᾽Ιησοῦν Χριστόν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν θεόν;
Verse: 18    
ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξασαν τὸν θεὸν λέγοντες, ῎Αρα καὶ τοῖς ἔθνεσιν θεὸς τὴν μετάνοιαν εἰς ζωὴν ἔδωκεν.
Verse: 19    
Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεϕάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾽Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾽Ιουδαίοις.
Verse: 20    
ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς ᾽Αντιόχειαν ἐλάλουν καὶ πρὸς τοὺς ῞Ελληνας, εὐαγγελιζόμενοι τὸν κύριον ᾽Ιησοῦν.
Verse: 21    
καὶ ἦν χεὶρ κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
Verse: 22    
ἠκούσθη δὲ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς οὔσης ἐν ᾽Ιερουσαλὴμ περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρναβᾶν ἕως ᾽Αντιοχείας·
Verse: 23    
ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν [τὴν] τοῦ θεοῦ ἐχάρη καὶ παρεκάλει πάντας τῇ προθέσει τῇ καρδίας προσμένειν τῷ κυρίῳ,
Verse: 24    
ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως. καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ κυρίῳ.
Verse: 25    
ἐξῆλθεν δὲ εἰς Ταρσὸν ἀναζητῆσαι Σαῦλον,
Verse: 26    
καὶ εὑρὼν ἤγαγεν εἰς ᾽Αντιόχειαν. ἐγένετο δὲ αὐτοῖς καὶ ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρώτως ἐν ᾽Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς.
Verse: 27    
᾽Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προϕῆται εἰς ᾽Αντιόχειαν·
Verse: 28    
ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῞Αγαβος ἐσήμανεν διὰ τοῦ πνεύματος λιμὸν μεγάλην μέλλειν ἔσεσθαι ἐϕ' ὅλην τὴν οἰκουμένην· ἥτις ἐγένετο ἐπὶ Κλαυδίου.
Verse: 29    
τῶν δὲ μαθητῶν καθὼς εὐπορεῖτό τις ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾽Ιουδαίᾳ ἀδελϕοῖς·
Verse: 30    
καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρναβᾶ καὶ Σαύλου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.