TITUS
Novum Testamentum graece
Part No. 69
Previous part

Book: Jo. 
ΚΑΤΑ ΙΩΑΝΝΗΝ

Euangelium secundum Ioannem




Chapter: 1 
Verse: 1    ᾽Εν ἀρχῇ ἦν λόγος, καὶ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν λόγος.
Verse: 2    
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
Verse: 3    
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. γέγονεν
Verse: 4    
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ζωὴ ἦν τὸ ϕῶς τῶν ἀνθρώπων·
Verse: 5    
καὶ τὸ ϕῶς ἐν τῇ σκοτίᾳ ϕαίνει, καὶ σκοτία αὐτὸ οὐ κατέλαβεν.
Verse: 6    
᾽Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ ᾽Ιωάννης·
Verse: 7    
οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ.
Verse: 8    
οὐκ ἦν ἐκεῖνος τὸ ϕῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ ϕωτός.
Verse: 9    
῏Ην τὸ ϕῶς τὸ ἀληθινόν, ϕωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
Verse: 10    
ἐν τῷ κόσμῳ ἦν, καὶ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ κόσμος αὐτὸν οὐκ ἔγνω.
Verse: 11    
εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
Verse: 12    
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
Verse: 13    
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν.
Verse: 14    
Καὶ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
Verse: 15    
᾽Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, Οὗτος ἦν ὃν εἶπον, ῾Ο ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Verse: 16    
ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος·
Verse: 17    
ὅτι νόμος διὰ Μωϋσέως ἐδόθη, χάρις καὶ ἀλήθεια διὰ ᾽Ιησοῦ Χριστοῦ ἐγένετο.
Verse: 18    
θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
Verse: 19    
Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ ᾽Ιωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ ᾽Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, Σὺ τίς εἶ;
Verse: 20    
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ᾽Εγὼ οὐκ εἰμὶ Χριστός.
Verse: 21    
καὶ ἠρώτησαν αὐτόν, Τί οὖν σύ; ᾽Ηλίας εἶ; καὶ λέγει, Οὐκ εἰμί. ῾Ο προϕήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ.
Verse: 22    
εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
Verse: 23    
ἔϕη, ᾽Εγὼ ϕωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν ᾽Ησαίας προϕήτης.
Verse: 24    
Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
Verse: 25    
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ ᾽Ηλίας οὐδὲ προϕήτης;
Verse: 26    
ἀπεκρίθη αὐτοῖς ᾽Ιωάννης λέγων, ᾽Εγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
Verse: 27    
ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Verse: 28    
Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾽Ιορδάνου, ὅπου ἦν ᾽Ιωάννης βαπτίζων.
Verse: 29    
Τῇ ἐπαύριον βλέπει τὸν ᾽Ιησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ῎Ιδε ἀμνὸς τοῦ θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Verse: 30    
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ᾽Οπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
Verse: 31    
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα ϕανερωθῇ τῷ ᾽Ισραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
Verse: 32    
Καὶ ἐμαρτύρησεν ᾽Ιωάννης λέγων ὅτι Τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν·
Verse: 33    
κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ᾽Εϕ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν βαπτίζων ἐν πνεύματι ἁγίῳ.
Verse: 34    
κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν υἱὸς τοῦ θεοῦ.
Verse: 35    
Τῇ ἐπαύριον πάλιν εἱστήκει ᾽Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο,
Verse: 36    
καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι λέγει, ῎Ιδε ἀμνὸς τοῦ θεοῦ.
Verse: 37    
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ᾽Ιησοῦ.
Verse: 38    
στραϕεὶς δὲ ᾽Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς, Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ, ῾Ραββί [ὃ λέγεται μεθερμηνευόμενον Διδάσκαλε], ποῦ μένεις;
Verse: 39    
λέγει αὐτοῖς, ῎Ερχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
Verse: 40    
῏Ην ᾽Ανδρέας ἀδελϕὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ·
Verse: 41    
εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελϕὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον Χριστός]·
Verse: 42    
ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. ἐμβλέψας αὐτῷ ᾽Ιησοῦς εἶπεν, Σὺ εἶ Σίμων υἱὸς ᾽Ιωάννου· σὺ κληθήσῃ Κηϕᾶς [ὃ ἑρμηνεύεται Πέτρος].
Verse: 43    
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ᾽Ιησοῦς, ᾽Ακολούθει μοι.
Verse: 44    
ἦν δὲ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου.
Verse: 45    
εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ῝Ον ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προϕῆται εὑρήκαμεν, ᾽Ιησοῦν υἱὸν τοῦ ᾽Ιωσὴϕ τὸν ἀπὸ Ναζαρέτ.
Verse: 46    
καὶ εἶπεν αὐτῷ Ναθαναήλ, ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος, ῎Ερχου καὶ ἴδε.
Verse: 47    
εἶδεν ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν δόλος οὐκ ἔστιν.
Verse: 48    
λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις; ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον ϕωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
Verse: 49    
ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῾Ραββί, σὺ εἶ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ ᾽Ισραήλ.
Verse: 50    
ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ, ῞Οτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψῃ.
Verse: 51    
καὶ λέγει αὐτῷ, ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.