TITUS
Novum Testamentum graece
Part No. 65
Previous part

Chapter: 21 
Verse: 1    ᾽Αναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας εἰς τὸ γαζοϕυλάκιον τὰ δῶρα αὐτῶν πλουσίους.
Verse: 2    
εἶδεν δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ λεπτὰ δύο,
Verse: 3    
καὶ εἶπεν, ᾽Αληθῶς λέγω ὑμῖν ὅτι χήρα αὕτη πτωχὴ πλεῖον πάντων ἔβαλεν·
Verse: 4    
πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
Verse: 5    
Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν,
Verse: 6    
Ταῦτα θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀϕεθήσεται λίθος ἐπὶ λίθῳ ὃς οὐ καταλυθήσεται.
Verse: 7    
᾽Επηρώτησαν δὲ αὐτὸν λέγοντες, Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
Verse: 8    
δὲ εἶπεν, Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ᾽Εγώ εἰμι· καί, ῾Ο καιρὸς ἤγγικεν· μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
Verse: 9    
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ' οὐκ εὐθέως τὸ τέλος.
Verse: 10    
Τότε ἔλεγεν αὐτοῖς, ᾽Εγερθήσεται ἔθνος ἐπ' ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
Verse: 11    
σεισμοί τε μεγάλοι καὶ κατὰ τόπους λιμοὶ καὶ λοιμοὶ ἔσονται, ϕόβητρά τε καὶ ἀπ' οὐρανοῦ σημεῖα μεγάλα ἔσται.
Verse: 12    
πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐϕ' ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ ϕυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
Verse: 13    
ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
Verse: 14    
θέτε οὖν ἐν ταῖς καρδίαις ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
Verse: 15    
ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοϕίαν οὐ δυνήσονται ἀντιστῆναι ἀντειπεῖν ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
Verse: 16    
παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελϕῶν καὶ συγγενῶν καὶ ϕίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
Verse: 17    
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
Verse: 18    
καὶ θρὶξ ἐκ τῆς κεϕαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
Verse: 19    
ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Verse: 20    
῞Οταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων ᾽Ιερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς.
Verse: 21    
τότε οἱ ἐν τῇ ᾽Ιουδαίᾳ ϕευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
Verse: 22    
ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
Verse: 23    
οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ τῷ λαῷ τούτῳ,
Verse: 24    
καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη πάντα, καὶ ᾽Ιερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν.
Verse: 25    
Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου,
Verse: 26    
ἀποψυχόντων ἀνθρώπων ἀπὸ ϕόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱγὰρ δυνάμεις τῶν οὐρανῶνσαλευθήσονται.
Verse: 27    
καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεϕέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Verse: 28    
ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεϕαλὰς ὑμῶν, διότι ἐγγίζει ἀπολύτρωσις ὑμῶν.
Verse: 29    
Καὶ εἶπεν παραβολὴν αὐτοῖς· ῎Ιδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
Verse: 30    
ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀϕ' ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
Verse: 31    
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν βασιλεία τοῦ θεοῦ.
Verse: 32    
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
Verse: 33    
οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Verse: 34    
Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐϕ' ὑμᾶς αἰϕνίδιος ἡμέρα ἐκείνη·
Verse: 35    
ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Verse: 36    
ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα κατισχύσητε ἐκϕυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Verse: 37    
῏Ην δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ᾽Ελαιῶν·
Verse: 38    
καὶ πᾶς λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.